Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

23. πάλαι προκόψασα: ἀρχαϊσμός ἐστι τοῦτο, οὐ σολοικισμός. B. rec. I. τὰ πολλὰ δὲ πάλαι προκόψασ᾿ οὐ πόνου: τοῦτο ἐσολοίκισεν. οὕτως γὰρ ἔδει εἰπεῖν, τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ χρείαν ἔχω. συνεχῶς δὲ τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν δὲ ὥσπερ ὑγιέστερον οὕτως εἰπεῖν, τὰ πολλὰ δὲ πάλαι προκεκοφυίης ἔτι οὐ πολλοῦ με πόνου δεῖ· ἢ οὕτως, τὰ πολλὰ δὲ ἤδη προκόψασα οὐκέτι πολὺν ἔχω πόνον. προκόψασα δὲ ἀντὶ τοῦ προκατασκευάσασα, ἐπαυξήσασα τὴν ἐπίνοιαν· ὥσπερ ἂν εἴ τις εἴποι προοικονομήσασα ὀλίγου χρείαν ἔχω πόνου. γέγονε δὲ ὁ σολοικισμὸς πρὸς τὸ ἀκατάλληλον τῆς πτώσεως. ὃ δὲ λέγει τοιοῦτόν ἐστι· προανυσάσῃ μοι τὰ πρὸς τὸν ἔρωτα τοιῷδε τρόπῳ ὀλίγα λείπεται πρὸς τὴν τιμωρίαν.

προκόψασ᾿: ἔδει εἶναι προκόψασαν ἢ προκοψάσῃ. συνεχῶς δὲ κέχρηται τῷ τοιούτῳ σχηματισμῷ. M. Flor. 6. 15. προευτρεπίσασα, οἰκονομήσασα. A. προκοπιάσασα. Fl.