Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

14. ἀναίνεται δὲ λέκτρα: καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τὸ τῆς φιλοσοφίας; καὶ λεκτέον ὅτι ὡς αὐτὴν ἀτιμάζων ἐδόκει καὶ τοῦτο ποιεῖν, ὡς καὶ αὐτῇ μὴ ποιῶν τὰ τερπνὰ, ἀγνοῶν ὅτι καὶ σωφροσύνης ἔρωτας αὐτὴ ἀποστέλλει, ὡς καὶ ἐν διηγήσει λέγει. Ἄλλως. καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τοῦτο; ἀλλ᾿ οὕτως αὐτὸ εἶπεν, ὡς ἐκείνου πρὸς κνησμονὴν αὐτῆς τοῦτο ποιοῦντος.