Scholia in Euripidis Rhesum
Scholia in Euripidem
Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
442. πορπήμασιν: ἐνδύμασιν. Fl. 2.
446. κυβεύων: ἀνωμάλως διατιθέμενος, ἐκ μεταφορᾶς τῆς κύβης. Fl.
469. ἀποινάσαιο: εἰσπράξαιο, τιμωρήσαιο.
474. εἰ τοῦ παρόντος: πολλὰ ἂν εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς κακοῦ τὴν παλαιὰν λάβοιμι κατάστασιν.
[*](1. τοῦ Vaterus. τῶν A. 9. θεῷ σπείσαντʼ ἄμυστιν δεῖ πιεῖν 4. ὔγῃ] Haud dubie Euripidis, L. Dindorfius. θεὸν πείσαντες μῦστιν etsi Eubuli quoque et Philylii δεῖ ποιεῖν A. comicorum fabulae fuerunt Αὔγη 14. ἑτέρωθι] Orest. 220. inscriptae. αὐτῇ A., quod correxit 16. παιπάλης] πεπάλης A. hermannus Opusc. vol. 5. p. 189. 17. Ὅμηρος] Il. 10, 7. 5. τῷ] Quidni ᾧ ? 26. ἂν et κακοῦ addidit Vaterus. 7. σπάσεως Hermannus. τάσεως 27. λάβοιμι Vaterus. λάβω A. A. πόσεως L. Dindorfius.)480. οὐ τούσδʼ ἀριστέας: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες;
481. κοὐ μεμφόμεσθά γʼ: καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὅμως ἐλαύνομεν αὐτοὺς καὶ πολεμοῦμεν. ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος
482. οὐκοῦν κτανόντες: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν, πάντα διεπραξάμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων.
483. ἀρκεῖν ἔοικεν: ἀντὶ τοῦ παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὔ. ἀντὶ τοῦ ἡδέως εἶχες καὶ τοῦ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃν Ἕκτωρ “ναὶ” φησὶ “παραιτοῦμαι τὸ παθεῖν, πολλῆς γὰρ ἄρχω τυραννίδος,” οἷον τὰ ἐνταῦθα ἀρκεῖ μοι. Ἄλλως. οἷον τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ παραιτῇ.
485. ἀλλʼ εἴτε λαιόν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι.
494. ἀλλὰ μηνίων: μηνίων. τινές φασιν ὅτι οὐ δύναται ὑφʼ ἓν εἶναι μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ ἰῶτα. ἔστι δὲ παῤ Ὁμήρῳ συστολὴ αὐτοῦ·