Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχεστέρως ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν: —

οὐ ταὐτὸν, ὦ παῖ, τῷ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ [frg. 1013]· τὸ μὲν τέθνηκε σώματος, τὸ δ’ αὖ βλέπει: —