Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: εὖ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος· καλῶς δὲ τὴν βασιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλ’ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετ’ αὐτῆς ἔξεισιν, ἀλλ’ ἐρημίαν παραφυλάξας. † ἐνόμιζε γὰρ διὰ τὸν πάσης τῆς πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν: — MTAB

ἐς διῆρες ἔσχατον: τὸ διῃρημένον καὶ ὑπερκείμενον, τὸ ὑπερῷον. ἢ τὸ δίστεγον [οἷον δύο διῆρες ὡς μόνον μονῆρες] ἀπὸ τοῦ δίς † καὶ δύο ὥστε τῆς ὀροφῆς. καταχρηστικώτερον δὲ κἂν τριώροφον ᾖ κἂν πολύστεγον, οὕτως λέγεται. οἱ δὲ διῆρες τὸ διερόν, οἷον ὑπαίθριον: — MTAB

ὑψηλόν: — Mg