Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Πολύδωρον: τοῦτον οἱ ποιηταὶ † πίνακον καλοῦσι Πολύδωρον [δὲ] διὰ τὸ πολλὰ δῶρα εἰληφέναι τὴν μητέρα αὐτοῦ ἐπὶ τῇ γεννήσει αὐτοῦ: — MiTAB

ἐγὼ δὲ παῖς μέν: γενεαλογήσας ἕως Λαΐου ἀνατρέχει ἐπὶ τοὺς γονεῖς Κρέοντος καὶ Ἰοκάστης: — MiTAB ἐπονομάζομαι: — MgAg

καλοῦσι δ’ Ἰοκάστην με: ἀσφαλίζεται τὴν ὀνομασίαν τῆς ἡρωίνης, ἐπεὶ οἱ παλαιότεροι Ἐπικάστην ⟨αὐτὴν⟩ καλοῦσι. καὶ Ὅμηρος [λ 271] μητέρα δ’ Οἰδιπόδαο ἴδὸν καλὴν Ἐπικάστην — MiTAB

γαμεῖ δὲ Λάϊός μ’: Ἐπιμενίδης [frg. 6] Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάιον γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τε τὴν μητέρα γεγαμηκέναι καὶ Εὐρυγάνην. † λιγύστιος δέ φησιν ὡς ἐκ χρησμοῦ τοὺς παῖδας ἀκούσας ἀλληλοκτονήσειν ἐξέθηκε τὸν Πολυνείκην, Κάστωρ δὲ ἀμφοτέρους ἐκτεθῆναι: — MTAB