Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πάλιν ξυνῆψε φίλᾳ γᾷ: οὗτοι δὲ, φησὶν, οἱ ἀναφανέντες ἐκ γῆς ὁμοῦ τῇ πανοπλίᾳ εὐθὺς ἅμα τῷ φανῆναι ἀλλήλους ἐφόνευσαν. τὸ οὖν νίν πρὸς τὴν ὄψιν ἀπέδωκε, τουτέστιν· αὐτὴν δὲ τὴν πάνοπλον ὄψιν τὴν ἀναδοθεῖσαν ἐκ γῆς ὁ κατ’ ἀλλήλων φόνος γενόμενος πάλιν εἰς γῆν κατήνεγκε. τὴν δὲ ὄψιν ὅταν λέγῃ, τοὺς ἄνδρας σημαίνει: — MTAB

† πάλιν ξυνῆψε: τῇ δὲ γῇ πάλιν ξυνῆψεν αὐτοὺς, ὅ ἐστιν· ἡ αὐτὴ μήτηρ καὶ τάφος γέγονεν: — TA

ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς ταῖς τοῦ ἡλίου ἀκτῖσιν ἀνέδειξε καὶ ταῖς πνοαῖς τοῦ αἰθέρος: — MMgTAg

τουτέστι· κατ’ ἀρχὴν εἰς φῶς αὐτοὺς ἤγαγεν: — M

† ἅ νιν εὐηλίοισιν: ἥτις αὐτοὺς κατ’ ἀρχὴν εἰς φῶς ἤγαγεν, ὡσεὶ ἔλεγεν· ἡ αὐτὴ μήτηρ καὶ τάφος. τὸ δὲ νίν πάλιν πρὸς τὴν ὄψιν ἀπέδωκεν: — TA