Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος δὲ καὶ Ἀργιόπης τῆς Νείλου Κάδμος Κίλιξ Φοῖνιξ, ἀφ’ οὗ οἱ Φοίνικες·

Φοίνικος καὶ Τηλέφης τῆς Ἑπιμεδούσης Πείρως Ἀστυπάλη Εὐρώπεια. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν αὐτόν φασι γῆμαι: — MTAB

Φοίνισσαν ἐναλίαν χθόνα: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς [202]· Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου — MTAB