Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν. τὴν δὲ Σφίγγα οἱ μὲν ἔχειν πρόσωπον μὲν παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης [frg. 13] δὲ ἐγχωρίαν αὐτὴν χρησμολόγον φησὶ δύσγνωστα μαντευομένην, ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο. Ἀσκληπιάδης [frg. 21] δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ’ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός· λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν πρὶν ἂν τοὺς τῆς Σφιγγὸς
λύσειαν χρησμούς. ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν βούλοιτο τῶν πολιτῶν: — MTAB