Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
σκιάζων δέραν ἀμάν: ἀντὶ τοῦ ἀγαπητικῶς περιπτυσσόμενος καὶ ἐκτενῶς ἀσπάζου τὴν μητέρα: — MMiTAB
ἄελπτα κἀδόκητα: ὧ παρ’ ἐλπίδα φανεὶς καὶ ἀπροσδοκήτως εἰς τὰς ἐμὰς χεῖρας: — MTA
τί φῶ σε: τί σοι εἴπω, πῶς προσφθέγξωμαί σε καὶ πῶς τὰ πάντα λάβω τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περισκιρτῶσα: — MTAB