Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τῇ κωπηλασίᾳ: — Mg

τῶν σφοδρῶς χεομένων. ἢ κύκλῳ ῥεομένων. ἀκάρπιστα δὲ πεδία τὴν θάλασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον· ὡς καὶ Ἴων λέγει [frg. 60]· ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω καὶ Αἰσχύλος Νηρεΐσι [frg. 146]· δελφινηρὸν πεδίον πόντου διαμειψάμεναι — MTAB