Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἰκήσω: — Mg

κατενάσθην: τινὲς ἀντὶ τοῦ κατανασθήσομαι. καὶ Σιμωνίδης Ἰάμβοις [frg. 10] τί ταῦτα διὰ μακρῶν λόγων ἀνέδραμον, ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. ἐγὼ δὲ οἶμαι ὅτι οὕτως ἐστίν· ὅπου, ἐν Φοινίκῃ, κατετάχθην οἰκῆσαι τὸν Παρνασὸν τῇ ἐλάτῃ πλεύσασα: — MiTABi

† Ἰόνιον κατὰ πόντον: Ἰνάχου τοῦ Ἄργου βασιλέως θυγάτηρ Ἰώ. ταύτης Ζεὺς ἠράσθη· Ἥρα δὲ ζηλοτυποῦσα φύλακα αὐτῇ κατέστησεν Ἄργον τὸν πολυόμματον κύνα. τοῦτον Ἑρμῆς κατὰ πρόσταγμα Διὸς ἀνεῖλεν· ὅθεν καὶ Ἀργειφόντης ἐκλήθη. ἡ δὲ Ἥρα μανίαν αὐτῇ ἐμβαλοῦσα διελθεῖν αὐτὴν πέλαγος ἐποίησε· καὶ Ἰόνιον ἀπ’ αὐτῆς ἐκλήθη: — T