Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλὰ σωφρόνως ἄσημ’ ὅπλα: ἀντὶ τοῦ οὐκ ἀλαζονείαν τινά. ἴσως δὲ ὡς μάντις προειδὼς τὸ μέλλον οὐδὲν ἀλαζονικὸν ἐφρόνει: — MTA

Ὠγύγια δ’ εἰς πυλώμαθ’: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ Βοιωτοῦ τάφῳ ἔκειντο καὶ οὐχ ὅτι Ὤγυγος αὐτὰς ἔκτισεν· οἱ γὰρ περὶ τὸν Ἀμφίονα ἔκτισαν τὰς Θήβας. ἢ ἀρχαίων, ὡς αὐτῶν πρωτοκτίστων οὐσῶν τῇ πόλει: — MTA

Ὠγύγια προσηγορεύθη, φησὶν ὁ Ἀριστόδημος [frg. 2a], διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον τειχίζοντας Θήβας παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς τάξαι: — Laur.32,33Vat.1332