Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀδύνατος, μὴ δυνάμενος κεχρῆσθαι τοῖς ἄρθροις: — MiAgBi

ἀνακύκλει δέμας: ἀνακίνει ἀνόρθου ἐξέγειρε· συμβαίνει γὰρ τὸν κείμενον κυκλοτερῆ τὴν ἀνάστασιν ποιεῖσθαι: — MTAgB

οἱ γὰρ νοσοῦντες οὐκ ἀρέσκονται τοῖς παροῦσιν, ἀεὶ δὲ πρὸς τὸ μέλλον ὁρῶσιν: — MTAB

† ἦ καὶ ἐπὶ γῆς ἐφίεσαι τοὺς πόδας κινῆσαι, ὅ ἐστι περιπατῆσαι· τὸ γὰρ τῇ γῇ ἁρμόσαι χρόνιον ἴχνος πάντων γλυκύτατον. ἡ γὰρ μεταβολή, ὅ ἐστιν ἡ ἐκ τόπου εἰς τόπον ἄμειψις, μεγίστην τὴν ὠφέλειαν παρέχει. τὸ δὲ χρόνιον ἴχνος σημαίνει * * οἱ δὲ τὸ κατακεῖσθαι αὐτὸν ὑπὸ τῆς νόσου· αὕτη γὰρ κώλυμα αὐτῷ τοῦ μὴ περιπατεῖν: — T