Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
καίτοι μ’ ἐσῄει: περιδεὴς, φησὶν, ἦν ἐγὼ μὴ ἄρα δαίμων τις ᾖ τῶν ἀλαστόρων καὶ οὐχὶ σὺ ὁ προστάξας με μητροκτονεῖν. νῦν δὲ, φησὶν, αὐταῖς ὄψεσι θεωρῶν ἔχω τὸ πιστόν: — MTAB
κατεγγυῶ: ἀντὶ τοῦ κατεγγυήσω. ὅ ἐστιν· ἐπαγγέλλομαι δώσειν πρὸς γάμον. οὐ νῦν γὰρ δίδωσιν, ἀλλ’ ὕστερον τοῦ Ὀρέστου ἐν Ἀρκαδίᾳ διάγοντος μετὰ τὴν Νεοπτολέμου τελευτήν: — MTAB