Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τῆς περί: — Mg

πρῶτον γὰρ εἶχεν ἡ Γῆ τὸν τρίποδα, εἶτα δεύτερον ἡ Θέμις, εἶτα Ἀπόλλων παρὰ Θέμιδος λαβών: — MTBi

† τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα εἰς ὄρος καὶ ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων. ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παρὰ φύσιν λαλεῖ τὸ πρόβατον καὶ παρακύψας καὶ αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα ἐξαίσια. ἰδόντες δὲ τοῦτόν τινες τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα

ἠρώτων αὐτὸν πῶς ἄρα τοιαῦτα λαλεῖ. ὁ δὲ εἶπεν ὅτι εἰς τὸ ὄρος, ἐν ᾧ ἔβοσκον τὰ πρόβατα, ἐκεῖσε μεμάθηκα ἀπὸ χάους τινός. ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδα χαλκοῦν ἔστησαν διὰ τὸ χρᾶσθαι αὐτοῦ τῇ μαντείᾳ στήσαντες ἄνωθεν τοῦ χαλκοῦ γυναῖκα παρθένον, ἵνα ἀνακρούῃ αὐτὸν καὶ ἐξ αὐτοῦ τοὺς χρησμοὺς δέχωνται. Λοξίαν δὲ λέγουσι τὸν Ἀπόλλωνα διὰ τὸ ποιεῖσθαι ἐξεστραμμένους τοὺς χρησμούς: — Vat.1345Paris.2810

θωΰξασ’ ἔβαλες: ἀγρίως βοήσασα. τὸ γάρ ὦ τάλας γεγωνότερον εἶπεν ὁ χορός: — MTAB

θωΰξασα: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός φησιν· ἀκούεις, ὡς στένει . — MTB