Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τί φὴς ὦ τάλας: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλας· διό φησιν ὀλεῖς, εἰ βλέφαρα κινήσεις: — MTAB

ὦ τάλας: δεῖ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον [167] σὺ γάρ νιν, ὦ τάλαινα, θωΰξασ’ ἔβαλες ἐξ ὕπνου: — MTB

εἰ τοῦ ὕπνου ἀλλοτριώσεις καὶ μεταστήσεις: — Mi

τὸ βαθύτατον τοῦ ὕπνου, ὃ ἐν τοῖς ἑξῆς [211] ὕπνου θελγητρόν φησιν: — MABi

μέλεος αὐτὸς διὰ τὰς ἐκ θεῶν πράξεις. ἠρέμα δέ πως

ἀρνεῖται τὴν πρᾶξιν Ὀρέστου εἰς τὸν θεὸν ἀναφέρουσα τὴν ἁμαρτίαν: — MTABi