Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔχει δὲ μοῖραν καὶ τόδ’: ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν· οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς ὄχλον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος: — NAB

οἱ γὰρ ἐν σοφοῖς φαῦλοι: καὶ τοὐναντίον οἱ παρ’ ὄχλῳ φαῦλοι ἐν σοφοῖς μουσικώτεροι λέγειν: — NAB

ὅθεν μ’ ὑπῆλθες: ὅθεν με κατέβαλες πρῶτον ὡς διαφθερῶν ἀπολογίαν οὐκ ἔχοντα. ὅθεν με, φησὶ, διαφθεῖραι ἔδοξας ὡς ἀπολογίαν μὴ ἔχοντα πρὸς τὰ ἐγκληθέντα: — NAB