Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
πάτερ, μένος: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ καὶ ἡ διάνοια τῶν σῶν φρενῶν. ἀλλ’ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα
τοῦτο, οὐ καλόν ἐστι. λέγει δὲ ταῦτα διὰ τὸ ἀγνοῆσαι ἐκεῖνον ὅτι ἡ Φαίδρα αὐτοῦ ἠράσθη, καὶ οὐκ αὐτὸς ἐκείνης: — NABξύστασις: πύκνωσις λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου διαχέονται: — NAgB
τὸ μέντοι πρᾶγμα: τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατ’ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατ’ ἐμοῦ δικαίαν τὴν μέμψιν: — NAB