Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
σκέψασθε δ’ εἰς τόνδ’: ἀποβλέπετε εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης: — NAB
δεῖξον δ’ ἐπειδή γ’ εἰς μίασμ’ ἐλήλυθας: ⟨ἐπειδὴ εἰς μίασμα⟩ ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅλως εἰς τὸ μιᾶναί με ἦλθες, δεῖξόν μοι τὸ σὸν πρόσωπον. ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ: — A
σὺ δὴ θεοῖσιν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων καὶ ἀκούων ἀμίαντος τῶν κακῶν; οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι: — NAB