Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
δεινὰ γὰρ πάντᾳ: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης προσίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα: — NAB
οἵα τις: λείπει ἡ πρός καὶ συνακουστέον τὸ κεντοῦσα: — AgBi
σιγήσατ’ ὦ γυναῖκες: ἔξεισιν ἡ Φαίδρα ταραχώδης, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα. σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα πρὸς Ἱππολύτου: — AB
ἀνῃρήμεθα πεφονεύμεθα: — Mg