Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰ αἰσχρὰ δ’ ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς. τῇ δεινότητι διαφθαρήσομαι ἐγὼ καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου: — NAB

πεσοῦμαι ἡττηθήσομαι: — Mg

εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσα· ὅμως κἂν ταύτην ἥσσονά μοι χάριν δός. τινὲς δὲ οὕτως· εἰ δοκεῖ σοι μὴ πείθεσθαι εἰς τοῦτο, ἐχρῆν μὲν οὖν σε μὴ σφάλλεσθαι ἀπειθοῦσαν· εἰ ⟨δὲ⟩ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, ⟨κὰν δευτέραν⟩ καὶ ἥσσονά μοι χάριν δός: — M

μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται

γνώμην ἡ γραῦς καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτεραι αὐτῷ τὸν ἔρωτα μηνύσωσιν ὡς πάντωες πείσουσαι.