Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ναίουσι κοὺ φεύγουσιν: οὐκ ἀφίστανται καὶ πρὸς τοὺς οἰκείους παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν. ἢ ἐπὶ τῶν ἐρώντων θεῶν· καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος: — NAB
τοῦ θνητῶν ὑποστικτέον, ἵν’ ᾖ· ἓν γὰρ τῶν σοφῶν τοῦ ἀνθρώπου τοῦτό ἐστι, τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι τοῦ πλησίον τὰ μὴ καλά, ⟨τὰ⟩ ἁμαρτήματα· τὸ γὰρ ἐξελέγχειν τὰ τοιαῦτά ⟨ἐστιν⟩ ἄντικρυς ὀνειδίζειν συμφοράν. ἢ ἐπὶ τοῦ ἐστί ὑποστικτέον, ⟨ἵν’ ᾖ⟩ ὁ νοῦς· ἐν γὰρ τοῖς σοφοῖς ἔνεστι τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι θνητῶν τὰ μὴ καλά. βελτίων δὲ ἡ προκειμένη ἐξήγησις: — N
οὐδ’ ἐκπονεῖν τοι χρή: οὐδὲ καταπονεῖσθαι δεῖ πάνυ τοὺς ἀνθρώπους ἀντέχοντας πρὸς τὸν ἔρωτα: — NAB
† ἄλλως: ἐνταῦθα τὸ ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκάζουσαν φύσιν καὶ τὰ συμπίπτοντα ⟨πάθη⟩. τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει σημασίαν, τὸ λίαν ⟨πονοῦντα⟩ σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δ’ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ πρὸς καλοῦ τοῖς ἀνθρώποις: — A