Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔρωτος οὕνεκ’: ταῦτα δυσωπητικῶς λέγει. ἤδη μὲν γὰρ ἐκ τοῦ μείζονος προκατεσκεύασεν εἰποῦσα καὶ θεοὺς ἐρᾶν. λοιπὸν δὲ καὶ τὸ δύσφορον καὶ τὸ μωρὸν αὐτῆς ἐλέγχει: — NAB

ναίουσι κοὺ φεύγουσιν: οὐκ ἀφίστανται καὶ πρὸς τοὺς οἰκείους παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν. ἢ ἐπὶ τῶν ἐρώντων θεῶν· καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος: — NAB