Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐκ ἄρα γ’ οὐ δεῖ: λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος· οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρωμένων ἀπολαύσουσι θανάτου, οὐκ ἐπ’ ἀνύσει τοῦ ἔρωτος, ἀλλ’ ἐπὶ θανάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύεται καὶ τῷ ἁπλουστέρῳ ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν: — A

ἐὰν πρὸς θάνατον ἐρῶσιν: — Mg

Κὑπρις γὰρ οὐ φορητός: ἐπεξηγεῖται πῶς δεῖ φέρειν πολλὴν ῥεύσασαν τὴν θεὸν, ὑπείκοντα μᾶλλον οὐδὲ ἀνθοπλιζόμενον. οἶδε γὰρ [ἄρα] ὑποχωροῦσιν ὑπείκειν ἡ θεός: — NAB

ἄλλως: οὐκ ἔστιν δυνατὸν βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχομένην, ὅτι χρὴ εἴκειν μᾶλλον τῇ Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῆ: — ΝAB