Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γυνὴ δὲ πρὸς τοῖσδ’ οὖσα: τὸ ἑξῆς· ⟨πρὸς⟩ τοῖσδε δὲ οὖσα γυνὴ προσῄδειν τὴν νόσον ταύτην δυσκλεᾶ καὶ τὸ ἔργον τῆς πορνείας μίσημα ὂν παρὰ πᾶσι. τὸ δὲ γυνὴ οὖσα, ἐπειδὴ μάλιστα αἱ γυναῖκες

μισεῖν ὀφείλουσι τὴν πορνείαν, αἱ μὲν δι’ αὐτὴν μεμισημέναι ἀνδράσι τε καὶ γυναιξὶν, αἱ δὲ φεύγουσαι τὴν ἐξ αὐτῆς αἰσχύνην: — NAB

ἐγίγνωσκον: καὶ τοῦτο οὐχ ἁπλῇ γνώσει ἔξωθεν ἠπιστάμην, ἀλλὰ καὶ γυνὴ πεφυκυῖα ἀκριβῶς εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, καίτοι νοσοῦσα καὶ νικωμένη τῷ πάθει, ἡδέως ἂν καταρασαίμην τῇ πρώτῃ πορνευσάσῃ: — NAB

μίσημα πᾶσιν: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τῷ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ κακόν. εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν, ταχέως ἂν ἐξεκέκοπτο καὶ οὐκ ἐζηλοῦτο: — NAB

ἥτις πρὸς ἄνδρας: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ Περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν [II p. 1] λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας τοῦ Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφὴ καὶ Κλυτή. ὡς φιλόσοφος δὲ συμβάλλει τοῦτο ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα μὴ ἐξ εὐτελοῦς τινος γινόμενον: — NAB