Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
αἰδώς τε· δισσαί: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδῶ. διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν: — NAB
ἡ δ’ ἄχθος οἴκων: τί φὴς, Εὐριπίδη, κακὴ ἡ αἰδώς; ναί φησιν ἔσθ’ ὅτε κακή. δισσαὶ γάρ εἰσιν αἰδοῖ. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμη
ρικὸν ἀνέγνω Εὐριπίδης [Ω 45]· ἥ τ’ ἄνδρας μέγα σίνεται, ἣ δ’ ὀνίνησιν: — NAB