Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ κατὰ πρόσωπον κείμενον: — Mg

ἤδη ποτ’ ἄλλως: πολλάκις, φησὶ, διαγρυπνήσασα ἐν νυκτὶ ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν ἀνθρώπων τὸ ἁμαρτάνειν ἢ ἐκ ῥᾳθυμίας· καὶ κρίνασα ἔγνων ὅτι οὐκ ἐκ φύσεως πρόσεστιν ἡμῖν ἡ κακία. καὶ ἐκ τούτου δῆλον· τὰ φυσικὰ πάντα καθόλου πᾶσι παρέπεται, οἷον τὸ γελαστικὸν, τὸ πτύειν,

τὸ διαχωρίζειν, καὶ οὐκ ἄν τινα εὕροις χωρὶς τούτων· εἰ δὲ εὑρίσκεις παρὰ πολλοῖς ἀνθρώποις τὸ εὖ φρονεῖν καὶ δικαιοπραγεῖν, δῆλον ὅτι οὐ φύσει πρόσεστιν ἡμῖν τὸ φαῦλον. οὐ γὰρ ἂν ηὑρίσκοντο πολλοὶ καὶ ἀγαθοί: — NAB