Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
οἴμοι τί λέξεις: σαφῶς ἀκούσασα τὸν ἔρωτα, λοιπὸν σχετλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους. κομματικὴ δὲ ἡ διάνοια, ὡσὰν ἐκπεπληγμένης τῷ θαύματι: — NAB
οἱ σώφρονες γάρ: οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ’ ἀναγκαζόμενοι: —NABBi
Κύπρις οὐκ ἄρ’ ἦν θεός: θεὸν γὰρ κυρίως φασὶ τὸν μετὰ τοῦ δυνατοῦ καὶ τὸ προνοητικὸν ἔχοντα τῶν δυναστευομένων. μείζονα οὖν αὐτήν φησι θεοῦ, καθὸ μόνον ⟨τῷ⟩ ἐνδείξασθαι δύναμιν ἐγκαταγίνεται, οὐ τῷ προνοεῖσθαι: — NAB
ἄιες ὦ: οἰκειότατα μέσον κατεπάγει ἐπίρρημα σχετλιαστι
κὸν, ὡς ἂν τῇ λύπῃ κωλυομένη ἀπαρτίσαι τὴν διάνοιαν. ἀνήκουστα δὲ τὰ μὴ ἀκοῆς ἄξια, τὰ ἀπόρρητα. ἐκπλαγεὶς δὲ ὁ χορὸς τὴν ὑπερβολὴν τοῦ πάθους σχετλιάζει οἰκτείρων ἅμα καὶ θρηνῶν τὸ συμβάν. καὶ τὸ σχετλιαστικὸν ὧ διὰ μέσου κείμενον οἰκείως [ἐν] λυπουμένοις οὐκ εὐαπάρτιστον ἀποτελεῖ τὸ σχῆμα τοῦ λόγου, διαφόροις τε ῥήμασιν αὐτὸ κατεπάγει τὸ τῶν λυπουμένων ἦθος μιμούμενος, οἳ τὰ αὐτὰ κατεπάγουσι πρὸς πλείονα ἐνθύμησιν τῶν ἑαυτῶν κακῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ἤκουσας, φησὶ, τῆς τυράννου τὰ ἀνήκουστα καὶ δυστυχῆ πάθη θροούσης καὶ λεγούσης. πρὸς ἀλλήλας δέ φασιν, οὐχ ὡς ἀγνοοῦσαι τὰ λεχθέντα, ἀλλὰ πρὸς πλείονα σύστασιν καὶ ἐνθύμησιν τοῦ πάθους: — NAB