Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ὀλῇ· τὸ μέντοι: ἀπολῇ, φησὶν, εἰ ἀναγκάσεις με λέγειν. ἐμοὶ δὲ τοῦτο, ⟨τὸ⟩ σιωπᾶν, τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος εἰς πολλοὺς ἡ νόσος,
ἀλλὰ συγκαταθάψω ἐμαυτῇ τὸ τῆς σωφροσύνης ὄνομα μέλλουσα ἐν σωφροσύνῃ τελευτᾶν: — MNABκἄπειτα κρύπτεις: ἐὰν μὴ ᾖ στιγμὴ εἰς τὸ χρηστά, ἐστὶν ὁ λόγος· κρύπτεις τὰ καλὰ, ἐμοῦ παρακαλούσης σε λέγειν αὐτά, τουτέστιν· ἐμοὶ τὰ τιμῆς σοι αἴτια ἐσόμενα οὐκ ἀξιοῖς ἀνακοινώσασθαι. ἢ οὕτως· κρύπτεις με, ἐμοῦ χρηστὰ ἱκετευούσης καὶ χρησίμως ἀξιούσης ἀνακοινοῦσθαί μοι καὶ ἐπὶ χρηστῷ: — NAB
ἐκ τῶν γὰρ ἐσθλῶν: ἐὰν εἴπω τὸ ἀγαθόν, εἰς αἰσχρόν μοι καθίσταται: — NA
εἰκότως κρύπτω, ἃ ἀπαιτεῖς με λέγειν. μέλλω γὰρ ἐκ τούτων τῶν ἐσθλῶν, δηλαδὴ τῆς ἐγκρατείας, εἰς αἰσχρὰ μεταβαίνειν, ὅ ἐστι φονεύειν ἐμαυτήν. ἐὰν μέντοι ᾖ λέγουσα ἡ γραῦς· χρηστά μου ἀναγκαζούσης λέγειν κρύπτεις με, ἀναλόγως ἐπιφέρει ὅτι ἐκ γὰρ τῶν ἀγαθῶν τούτων ὧν λέγεις, ὅ ἐστι τοῦ φανερῶσαι τὸ πάθος, ἐγὼ εἰς αἰσχρὰν ἐμπεσοῦμαι φήμην ἢ καὶ πορνεύειν ἀναγκασθήσομαι: — MNAB