Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν ἐπάγει τι λύπης ἄξιον. ἆρά τινος ἐχθρῶν ἐπαγωγὴν μηχανησαμένου σοι; εἰώθασι γὰρ οἱ ἐχθροὶ

ἐπαγωγάς τινας δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως· μή τίς σε οὖν τῶν ἐχθρῶν ἐφάρμαξε, διὰ τὸ εἰρηκέναι φρὴν δ’ ἔχει μίασμά τι: — NAB

φίλος μ’ ἀπόλλυσ’: τὸ μὲνξ φίλος πρὸς ἀντιδιαστολὴν ἐχθρῶν τινος, τὸ δὲ οὐχ ἑκών, ἐπεὶ οὐκ ἐκ προνοίας αὐτοῦ ὁ ἔρως: — NAB

ἐπειδὴ εἶπεν φίλος, λέγει· μήτι ἄρα ὁ Θησεὺς εἰς σὲ ἥμαρτεν: — MNAB

μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ: — NABi