Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μανίας ἔποχον ῥίπτουσα λόγον: ὑπὸ μανίας ὀχούμενον, ἐμμανῆ, κατεχόμενον ὑπὸ μανίας. ἐδόκει γὰρ αὐτὴν ταῖς ἀληθείαις ἐρᾶν ὧν προεῖπεν. παρ’ ὄχλῳ δὲ ἀντὶ τοῦ· ἐπὶ τοῦ χοροῦ: — MNAB

πέμπετέ μ’ εἰς ὄρος: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανι

κώτερον ἅμα τῷ πάθει, ὡς λοιπὸν σαφέστερον δηλοῦσθαι τὸν ἔρωτα. εἰς ὄρος γὰρ βούλεται προπέμπεσθαι πρὸς θέαν τοῦ ἐρωμένου, κυνηγετεὶν δὲ ἐπιθυμεῖ πρὸς συνομιλίαν τοῦ ποθουμένου. ἐνταῦθα δὲ δεῖ τὸν ὑποκρινόμενον κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ καὶ ἐν τῷ εἶμι πρὸς ὕλην ἀναπηδᾶν, ὡς αὐτῆς πορευομένης. τὸ δὲ ἑξῆς· πέμπετέ μ’ εἰς ὄρος πρὸς θεῶν, μᾶλλον δὲ δι’ ἐμαυτῆς πορεύομαι· [καὶ] κυνηεσίων γὰρ ἐπιθυμῶ ὥστε κυσὶ μὲν συρίσαι, ἐπὶ θῆρας δὲ ὁρμᾶν, τὸ δὲ ἀκόντιον ἀνατείνασαν ῥῖψαι: — MNAB