Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος: ὁ νοῦς· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος πόμα καθαρῶν ὑδάτων ἀπαντλησαίμην. ἠβουλόμην, φησὶ, τυχεῖν ψυχρῶν ὑδάτων, ἵνα τὴν ἐν ἐμοὶ τοῦ ἔρωτος φλόγα σβέσω, ἀναπαῦσαί τε ἐμαυτὴν ὑπὸ αἰγείροις καὶ λειμῶνι κομῶντι τοῖς ἄνθεσιν ἀνακλιθεῖσα: — MNAB

οὐ μὴ παρ’ ὄχλῳ: οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους μανιώδεις λόγους ῥίπτουσα. ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι καὶ οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρᾶν καὶ ἄνθη τοῦ λειμῶνος ποθεῖν τὴν βασιλείαν ἐχούσης: — MNB