Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατιὰν κατ’ αὐτῶν ἀποστέλλουσιν, οἱ δ’ ἅμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. εἷς δὲ σωθεὶς ὑπέστρεψεν ἄγγελος, ὃν ὑπαντήσασαι τῶν τεθνεώτων αἱ γυναῖκες, ἀφελόμεναι τὰς περόνας τῶν ὤμων, τυφλώσασαι πρῶτον ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, οὐ φυλακὴν τῆς ἀμπεχόνης. αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδή