Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀτάραχος: — Mg
τὸ μὲν φρίσσει ταρβεῖ ταὐτόν ἐστιν. ὁ δὲ νοῦς· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου γίνεται, τουτέστιν· ἐν κακοῖς ἀεί εἰμι. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνεται. ἢ οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει ἢ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τούτου ἀχώριστος γίνεται, οἶον· εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ. τοῦτο καὶ γίνεται: — MA
ποῦ ποτε θείαν Ἑλένου ψυχάν: ἔζη γὰρ Ἕλενος καὶ ὡς μέν τινες ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων
ἐλήφθη. ὁ δὲ νοῦς· ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ ἡ μαντική. περιφραστικῶς δὲ εἶπε· ποῦ μοι ἄρα ὁ Ἕλενος ὁ μάντις καὶ ἡ Κασάνδρα, ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους: — MA