Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
† αἰαῖ κατάρχομαι νόμον [αἰαῖ κατάρχομαι γόων] βακχεῖον ἐξ ἀλάστορος: οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλ’ ἀπό τινος ἀλάστορος. οἱ γὰρ γόοι τῶν βακχῶν μετὰ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησιν ἡ Ἑκάβη· καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλ’ ἐξ ἀλάστορος καὶ ἀνηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν βακχῶν . . . δαίμων: — A
κινητικὸν ἢ σύντονον. ἢ ἀντὶ τοῦ θρηνητικόν: — MiB
ἄλλως: οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον: — MiAB
† οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀλλ’ ἔκ τινος ἀλάστορος. βακχεῖος γὰρ γόος λέγεται, ὃν λέγει τις μεθύσας: — A