Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
† ἐλευθέραν δέ μ’ ὡς ἐλευθέρα θάνω: ἤτοι ἄδετον, ἀδέσμευτον καταλείψαντες κτείνατε, ἵνα ὡς ἐλευθέρα ἀποθάνω. δουλείαν γὰρ ἡγεῖτο καὶ τὸ δεδεσμ⟨ημ⟩ένη θανεῖν. ἡ δὲ σύνταξις οὕτως· πρὸς θεῶν ὁρκωμοτικῶν μεθέντες με, ἀντὶ τοῦ καταλείψαντες, ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατε, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα: — A
ἐβόησαν· ἐκ μεταφορᾶς τῶν κυμάτων: — MAgB