Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
τᾶς καλλιδίφρου Ἀθαναίας: οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ * περὶ θεῶν [FHG IV p. 649a], ἀλλὰ καὶ τέλειαι γυναῖκες, ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ [cf. frg. 46], ὅτι δὲ κρόκινός ἐστι καὶ ὑακίνθινος καὶ τοὺς Γίγαντας ἐμπεποίκιλται, δηλοῖ Στράττις [frg. 69]. τοῦτον δὲ ἀνιέρουν διὰ πενταετηρίδος ἐν τοῖς Παναθηναίοις: — M
ἐν πέπλῳ ποικίλλοθσα: — Mi
ἐν πέπλῳ: τῷ τῆς Ἀθηνᾶς κροκειδεῖ πέπλῳ, ἐν ᾧ ἐγγράφεται ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν Γιγάντων. ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα [ἢ] τὴν Γιγαντομαχίαν: — M
ἀνθοκρόκοισι πήναις: κροκωτοβαφέσιν· ἄνθος γὰρ τὸ βάμμα: — M