Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀπὸ κοινοῦ τὸ πορεύσεις· ἢ εἰς τίνα τῶν νήσων με πορεύσεις: — Mi
καὶ τοῦτο διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὁμηρος [B 108] πολλῇσιν νήσοισι καὶ Ἀργει παντὶ ἀνάσσειν. ἁλιήρει δὲ τῇ ἐν ἁλὶ ἐρεσσομένῃ κώπῃ: — M
ἐν οἷς ἀφίξομαι οἴκοις οἰκτρὰν ζωὴν ἔχουσα: — M
ἐπειδὴ ἐμνήσθη νήσων, καὶ ἡ Δῆλος νῆσός ἐστι. καὶ Ὅμηρος [ζ 163]· Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ γενέσθαι ⟨καὶ⟩ ὁ φοῖνιξ: — Mi