Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
τύμβῳ φίλον: Γλαῦκος ἐν τῇ † προηγήσει φησὶν ἐν τῇ ἁλώσει
Ἀγαμέμνονος ἐξῄει ἡ Ἑκάβη· πῶς δὲ καὶ ἐκεῖθεν ἐξιοῦσά φησι μετ’ ὀλίγον [87] ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης. νοητέον τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων εἰσελθεῖν τε εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τοὺς ὀνείρους. καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπεληλυθέναι πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη περᾷ γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: — MA† ἡ ὑπό ἀντὶ τῆς ἀπό: — A
† ἄλλως: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοῦς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: — A