Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
† ἄλλως εἰς τὸ αὐτό: σαφὴς, φανερὸς καὶ πρόδηλος χαρακτὴρ τὸ ἀπὸ ἀγαθῶν γενέσθαι, οἶον ⟨ὁ⟩ ἀπὸ εὐγενοῦς προελθὼν πᾶσιν εὐδιάγνωστός ἐστι καὶ ἐπὶ πολὺ θαυμάζονται καὶ δοξάζονται οἱ αὑτοὺς ἀξίους τῆς εὐγενείας παρασκευάζοντες, ἤγουν τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται, ὥσπερ καὶ ἡ Πολυξένη ἄξια τῆς ἑαυτῆς εὐγενείας πέπραχεν. εἵλετο γὰρ θανεῖν ἢ δούλη ὑπάρχειν. ἡ δὲ σύνταξις οὕτως· δεινὸς χαρακτὴρ καὶ ἐπίσημος ἐν βροτοῖς τὸ ἀπὸ ἐσθλῶν γενέσθαι· λείπει δὲ ἡ ἀπό πρόθεσις· καὶ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῆς εὐγενείας ἐν τοῖς ἀξίοις αὐτῆς, τῆς εὐγενείας. πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ’ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τούτων μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια: — A
ἐπίσημος: φανερὸς ἔνδοξος ἱκανός: — MAg