Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἐπεὶ δὲ Τροία: ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο καὶ ἡ ψυχὴ τοῦ Ἕκτορος, περιφραστικῶς αὐτὸς ὁ Ἕκτωρ, καὶ ἡ πατρικὴ ἑστία κατεσκάφη αὐτός τε ὁ πατήρ μου πρὸς τῷ θεοδμήτῳ ναῷ πιτνει, ἀντὶ τοῦ πίπτει κεῖται, σφαγεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀχιλλέως, τοῦ Νεοπτολέμου, κτείνει με ὁ Πολυμήστωρ τὸν ταλαίπωρον χάριν τοῦ χρυσοῦ. θεόδμητον δὲ βωμὸν εἶπε τὸν ὑπὸ θεῶν οἰκοδομηθέντα Ποσειδῶνος καὶ Ἀπόλλωνος. μυθεύεται γὰρ ὅτι τὸν Δία τῆς βασιλείας κρατήσαντα καὶ αὐθαδείᾳ χρώμενον ἐβουλεύσαντο οἱ ἄλλοι θεοὶ ῥῖψαι αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. μαθοῦσα δὲ ⟨τοῦτο⟩ ἡ Θέτις παρὰ τοῦ πατρὸς αὐτῆς Νηρέως ἀνήγγειλεν τῷ Διὶ τῆν ἐπιβουλήν. ὁ δὲ τοὺς μὲν ⟨ἄλλους⟩ θεοὺς ἄλλως ἐτιμωρήσατο· Ἀπόλλωνα δὲ ⟨καὶ Ποσ⟩ειδῶνα πέμπει πρὸς Λαομέδοντα *** Ποσειδῶνος καὶ ⟨Ἀπόλλωνος κ⟩τίζεται ὁ ναός: — A