Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ ἀπῆλθεν ὁ πρῶτος Ἄγγελος.

Ἡ φιάλη ἐνταῦθα καθάπερ τὸ ποτήριον ἐπὶ κολαστικῆς ἐνεργείας ἐκλαμβάνεται, ἧς, φησιν, ὑπὸ τοῦ Ἀγγέλου ἐκχυθείσης, ἕλκος πονηρὸν γενήσεσθαι, τὴν ἐν καρδίᾳ πύου σφύζουσαν ὀδύνην αἰνιττόμενον, τὴν ἐγγινομένην ταῖς τῶν ἀποστατῶν καρδίαις, ὅταν θεηλάτοις πληγαῖς μαστιζόμενοι, μηδεμιᾶς ἐκ τοῦ θεοποιηθέντος παρ’ αὐτοῖς Ἀντιχρίστου ἰάσεως τεύξωνται. ἴσως δὲ καὶ αἰσθητῶς τὰ τούτων τραυματίζεσθαι σώματα, πρὸς ἔλεγχον τῆς ἑλκωθείσης αὑτῶν ψυχῆς τοῖς διαβολικοῖς τῆς πλάνης τοῦ ἀπατεῶνος βέλεσιν.

Καὶ ὁ δεύτερος Ἄγγελος.

Ἴσως πρὸς ἔλεγχον τῆς τοῦ ψευδοχρίστου ἀσθενείας καὶ τῶν ἀπατωμένων εὐκολίας διὰ τῶν ἁγίων προφητῶν Ἐνὼχ καὶ Ἠλιοῦ μεταβαλεῖν, ὡς νεκροῦ τουτέστιν ἐσφαγμένου, τὴν θάλασσαν, καὶ φθορὰν τῶν ἐν αὐτῇ ἀπεργάσασθαι, καθάπερ πάλαι ἐν Αἰγύπτῳ διὰ Μώσεως πεποίηκεν πρὸς ἔλεγχον τῆς τοῦ Φαραὼ σκληρότητος καὶ τῆς οἰκείας δυνάμεως ἔνδειξιν· ὅπως οἱ τότε ἄνθρωποι φοβηθῶσι τὴν κτίσιν ἀντιτασσομένην αὐτοῖς ἐπὶ τῇ τοῦ λυμεῶνος τιμῇ θεόμενοι. εἰκὸς δὲ ἦν καὶ τὰς ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν πολέμοις σφαγὰς διὰ τούτων σημαίνεσθαι, τοῦ Γὼγ καὶ τοῦ Μαγὼγ κατ’ ἀλλήλων κινουμένων ἐν τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι· προσέτι δὲ καὶ τῶν ἀπειθούντων αὐτῷ βασιλέων πανστρατιᾷ [*](ο Sic.)

550
κατακοπτομένων, καὶ σφαγῶν κατὰ τόπους γινομένων, ἡ μὲν θάλασσα ταῖς ναυμαχίαις μολυνθήσεται, οἱ δὲ ποταμοὶ τοῖς τῶν ἐκεῖ θνησκόντων αἵμασι κερασθήσονται.

Καὶ ὁ τρίτος Ἄγγελος.

Κἀντεῦθεν δείκνυται τοῖς στοιχείοις ἐπιτετάχθαι Ἀγγέλους, ὧν ἕνα ὄντα καὶ τὸν ἐπὶ τῶν ὑδάτων φησὶν ὑμνεῖν τὸν Θεὸν ἐπὶ τῇ κατ’ ἀξίαν ἐπενεχθείσῃ καταδίκῃ τοῖς παραβεβηκόσιν· ὅτι τοῖς τὰς χεῖρας μολύνασι τοῖς τῶν ἁγίων αἵμασιν, αἷμα ποτὸν δεδώκασι. δείκνυται δὲ διὰ τούτων ἣ τὸ πολλοὺς ἐν τῷ καιρῷ ἐκείνῳ διὰ τῆς ἐν τῇ πίστει ἐνστάσεως τοῦ προφητικοῦ ἀξιοῦσθαι χαρίσματος, τοὺς καὶ ὑπὸ τῶν τοῦ διαβόλου ὑπασπιστῶν ἀναιρουμένους, ἣ τοὺς τῶν θείων προφητῶν ἀποστρεφομένους τὸ κήρυγμα, καὶ δικαιοῦντας αὐτῶν τὴν ὑπὸ τῶν Ἰουδαίων ἀναίρεσιν, καὶ κοινωνοὺς αὐτῶν τῆς σφαγῆς τῇ προθέσει γινομένους.

Καὶ ἤκουσα τοῦ θυσιαστηρίου.

Τὸ θυσιαστήριον ποτὲ μὲν τὸν Χριστὸν δηλοῖ, ὡς ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῶν πατρίων λογικῶν ὁλοκαυτώσεων· ποτὲ δὲ τὰς Ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν, καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. ἐκ τούτου τοίνυν τοῦ λειτουργικοῦ θυσιαστηρίου φησὶ τὴν φωνὴν ἐνεχθῆναι, δικαιοῦσαν τὰ πάντα νοῦν ὑπερβαίνοντα τοῦ Θεοῦ κρίματα.

Καὶ ὁ τέταρτος Ἄγγελος.

Ἴσως μὲν καὶ αἰσθητῶς τοῦ ἡλίου φλογμῷ τὸ τηνικαῦτα καυματισθήσονται οἱ ἄνθρωποι, ἵνα πρὸς μετάνοιαν ἔλθωσιν. ἴσως δὲ διὰ τοῦ ἡλίου καὶ τὸν τῆς ἡμέρας δρόμον αἰνίττεται, καὶ τῷ τῶν πειρασμῶν καύσωνι, τοὺς ἀξίους μαστίγων φησὶ καυματίζεσθαι, ἵνα τῇ τῶν ἀλγεινῶν ἐπαγωγῇ τὴν ἁμαρτίαν μισήσωσιν. ἀλλ’ οἱ ἄφρονες, ἀντὶ τῆς τῶν οἰκείων πταισμάτων ἐπιγνωμοσύνης, κατὰ Θεοῦ τὴν γλῶσσαν ἀκονήσουσι, τὴν θείαν αἰτιώμενοι ἀγαθότητα.

Καὶ ὁ πέμπτος Ἄγγελος.

Τὸ ἐπιχεθῆναι τὴν φιάλην ἐπὶ τὸν τοῦ θηρίου θρόνον σημαίνει τὸ ἐπὶ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τὴν τοιαύτην ὀργὴν ἐκχεῖσθαι, καὶ ἐσκοτωμένην δείκνυσθαι, ἅτε ἀφεγγεῖ τῷ τῆς δικαιοσύνης ἡλίῳ τυγχάνουσαν. ἡ δὲ τῶν γλωσσῶν μάσησις, τὴν

551
ὑπερβολὴν τῆς ὀδύνης δηλοῖ, ἧ οἱ πλανηθέντες ὑπ’ αὐτοῦ κατασχεθήσονται ὑπὸ τῶν θεηλάτων πληγῶν μαστιζόμενοι, ὅπως ἃν γνόντες ὅτι ἀπατηλός ἐστιν ὁ πη αὐτῶν ὡς Θεὸς δοξαζόμενος, τῆς πλάνης παύσωνται. οἱ δὲ ἐντεῦθεν οὐ πρὸς μετάνοιαν, ἀλλὰ πρὸς βλασφημίαν τραπήσονται.

Τὸν ποταμὸν τὸν μέγαν.

Εἰκὸς τὸν Εὐφράτην ποταμὸν κατὰ θείαν συγχώρησιν ὀλιγούμενον, τοῖς βασιλεῦσι τῶν ἐθνῶν διδόναι πάροδον εἰς τὴν κατ’ ἀλλήλων καὶ λοιπῶν ἀνθρώπων ἐξολόθρευσιν· οὓς ἐκ τῶν Σκυθικῶν μερῶν διὰ τῆς τοῦ Μαγὼγ καὶ Γὼγ μνήμης κινεῖσθαι νομίζομεν. εἰκὸς δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν ἀνατολικῶν μερῶν τῆς Περσικῆς γῆς, ἔνθα ἡ φυλὴ τοῦ Δὰν, ἐκ ῥίζης Ἑβραίων ἐξερχόμενον ἅμα ἑτέροις βασιλεῦσιν ἣ μεγιστᾶσι, βασιλικὸν κληρουμένους ὄνομα, τὸν Εὐφράτην περαιοῦσθαι, ἣ σωματικὸν ἣ ψυχικὸν θάνατον τοῖς ἀνθρώποις ἐπάξοντα, τοῖς μὲν διὰ πίστεως καὶ καρτερίας, τοῖς δὲ δι’ ἀνδρίας καὶ ἐκλύσεως.