Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ.
Τὸν καπνὸν τοῦτον, ἣ τὸ ἄσθμα δεῖ νοεῖν τὸ ἐκ τῶν κολαζμένων κάτωθεν μετὰ στεναγμῶν ἀναδιδόμενον, ἣ καπνὸν τὸν τοῦ πυρὸς ἐκπεμπόμενον, του τοὺς ἐμπεπτωκότας κολάζοντος. εἰς αἰῶνα δὲ αἰώνων αὐτὸς ἀναβαίνειν λέγεται, ἵνα μάθωμεν ἀτελεύτητον εἶναι, ὥσπερ τὴν τῶν δικαίων τρυφὴν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν.
Καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν.
Ἡμέραν καὶ νύκτα, οὐχ ὡς ἡλίῳ μετρουμένην τὴν τοῦ μέλλοντος αἰῶνος, φησὶ, κατάστασιν, ἐν ᾗ μὴ ἔχειν ἀνάπαυσιν τοὺς ἀσεβεῖς προαγορεύει, ἀλλ’ ἣ πρὸς τὴν ἐν τῷ παρόντι χρόνῳ συνήθειαν, τῷ νυξὶ καὶ ἡμέραις ἀριθμουμένῳ, ἣ ἡμέρας, τῆς τῶν ἁγίων ζωῆς νοουμένης· νυκτὸς δὲ τῆς τῶν βεβήλων κολάσεως, ἧς τεύξονται οἱ τὰς διαβολικὰς πράξεις, καὶ τὰς κατὰ Χριστοῦ βλασφημίας τοῦ ἀποστάτου θηρὸς, δι’ ὧν πράττουσιν εἰκονίζοντες, καὶ τὸ τούτου ὄνομα ταῖς ἑαυτῶν καρδίαις ὡς τίμιον ἐγχαράττοντες.
Ὧδε ἡ ὑπομονὴ τοῦ ὀνόματος αὐτοῦ.
Οἱ μὲν ἀσεβεῖς, φησὶ, δι’ αἰῶνος ἐν τῷ μέλλοντι βασανισθήσονται, οἱ δὲ ἅγιοι ὧδε τὴν τῆς ὑπομονῆς καρτερίαν ἐπιδείκνυνται, ἐν χρόνῳ ταχέως παραρρέοντι, τὰς θείας ἐντολὰς καὶ τὴν εἰς Χριστὸν πίστιν ἄσυλον φυλάττοντες.
Καὶ ἤκουσα φωνῆς.
Ἡ ἐκ τοῦ οὐρανοῦ φωνὴ οὐ πάντας μακαρίζει τοὺς νεκροὺς, ἀλλὰ τοὺς ἐν Κυρίῳ ἀποθνήσκοντας, τοὺς νεκρωθέντας ἐν κόσμῳ, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, καὶ Χριστῷ συμπάσχοντας. ἐκείνοις γὰρ ὄντως ἡ τοῦ σώματος ἔξοδος, κόπων ἀνάπαυσις· ἡ δὲ τῶν ἔργων ἀκολούθησις, στεφάνων ἀμαράντων καὶ βραβείων δόξης ὑπόθεσις, πολλῷ τῷ μέτρῳ ὑπερνικώντων τῶν ἐπάθλων τοὺς ἄθλους, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις διήθλησαν.
Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη.
Νεφέλην νοοῦμεν ἣ αἰσθητὴν τὴν ὑπολαβοῦσαν τὸν Χριστὸν ἀπὸ τῶν ἀποστολικῶν ὀφθαλμῶν, ἣ ἀγγελικήν τινα δύναμιν διὰ
Ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον.
Τὸν ἐπὶ τῷ Χριστῷ στέφανον, σημαντικὸν εἶναι τῆς βασιλείας τῶν τε ὁρατῶν καὶ τῶν ἀοράτων δυνάμεων. χρυσὸν δὲ τοῦτον, διὰ τὸ παρ’ ἡμῖν τῆς ὕλης ταύτης τίμιον. τὸ δὲ δρέπανον συντελείας δηλωτικόν. θερισμὸν γὰρ τὴν τοῦ κόσμου συντέλειαν ἐκάλεσεν ὁ Σωτῆρ’ ἐν τοῖς Εὐαγγελίοις.
Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.
Ἡ τοῦ Ἀγγέλου κραυγὴ περιφραστικῶς δηλοῖ τὴν ἱκεσίαν πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμὴν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἁμαρτίας θεάσασθαι· ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραρρέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν, δηλοῖ τὸν τῆς συντελείας καιρόν. ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς εὐσεβείας σπόρος, τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς λ καὶ ξ καὶ ρ τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.
Καὶ Ἄγγελος ἄλλος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου.
Δείκνυται ὁ παρὼν Ἄγγελος τῶν λειτουργῶν εἶναι δυνάμεων ἐκ τῶν ἑξῆς. ἐκ μὲν τοῦ ἐν οὐρανοῖς ναοῦ σὺν ὀξεῖ δρεπάνῳ ἐξερχόμενος, τὴν δὲ τῶν λίαν ἀσεβῶν τρύγην ποιησάμενος.
Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.
Καὶ ἐκ τούτου μανθάνομεν τὰς ἀγγελικὰς δυνάμεις ἐπιτετάχθαι τοῖς κτίσμασιν, τὴν μὲν τοῖς ὕδασι, τὴν δὲ τῷ πυρὶ, τὴν δὲ ἑτέρῳ τινὶ μέρει τῆς κτίσεως. τούτου τοίνυν τὸ τιμωρητικὸν διὰ τὸ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν τῶν ὑπερτέρων Ἀγγέλων ὄντα ἐγκελεύσασθαι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι, τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ Κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται· θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων, ἀντὶ οἴνου εὐφροσύνης τῷ ἀγαθῷ γεωργῷ καρποφορήσαντες.