Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Καὶ εἴ τις θέλει αὐτούς.
Ἐπειδὴ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους πάντων τῶν φαρμάκων καὶ ἐπαοιδῶν ἔσται ὁ ψευδόχριστος περιφανέστερος, ἅτε πᾶσαν τὴν τοῦ διαβόλου δεχόμενος ἐνέργειαν, ἐν δυνάμει ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσει ὁ Θεὸς, τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ φωτὸς τὸ ψεῦδος καὶ τὸ σκότος ἀπελέγξοντας· καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέψοντας, διά τε φόβου διδασκαλικοῦ, διά τε μαστίγων παιδευτικῶν, ἀνομβρίας καὶ πυρὸς καὶ τῆς τῶν στοιχείων μεταποιήσεως, καὶ τῶν ὁμοίων· τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν μήτε ὑπ’ ἐκείνου μήτε ὑφ’ ἑτέρου πεισομένους ἄχρι τοῦ τῆς οἰκείας προφητείας πέρατος.
Καὶ ὅταν τελέσω.
Μετὰ τὸ διαμαρτύρασθαι αὐτούς φησι τὴν τῆς ἀπάτης ἀποφυγὴν, τὸ θηρίον, δηλαδὴ ὁ Ἀντίχριστος, ὁ ἐκ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χωρίων ἐξιὼν, ἐν οἷς ὁ διάβολος καταδεδίκασται, ἀνελεῖ αὐτοὺς κατὰ θείαν συγχώρησιν, καὶ ἄταφα αὐτῶν καταλήψει τὰ σώματα ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ, δηλαδὴ τῇ πάλαι κατεστραμμένῃ, ἐν ἡ καὶ ὁ Κύριος πέπονθεν· ταύτῃ ὡς ἔοικεν καθιστῶν τὰ βασίλεια κατὰ μίμησιν Δαβὶδ, οὗ Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κατὰ σάρκα γεγέννηται. ἵνα κἀν τούτῳ ἑαυτὸν εἶναι τὸν Χριστὸν πιστώσηται, πληροῦντα τὸ προφητικὸν λόγιον, τὸ φάσκον, “ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ “ πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω· πλανώμενοι Ἰουδαῖοι, εἰς τὴν ἐκείνου παρουσίαν ἐκλαμβάνουσιν.
Καὶ βλέπουσιν ἐκ τῶν λαῶν.
Οἱ ἅπαξ, φησὶ, προκατειλημμένοι τοῖς ψευδέσι τοῦ Ἀντιχρίστου τέρασι, καὶ τὸ θεοστυγὲς αὐτοῦ ὄνομα ταῖς καρδίαις ἀνεξάλειπτον ἐγγράψαντες, ἔκ τε Ἰουδαίων, ἔκτε ἐθνῶν, ταφῆναι μὲν τὰ ἅγια σώματα κωλύσουσιν, ἐπὶ δὲ τῇ ἀπαλλαγῇ τῶν μαστίγων, ἃς πρὸς ἐπιστροφὴν προσέφερον, εὐφρανθήσονται.
Καὶ μετὰ τὰς τρεῖς ἡμέρας.
Ἰσαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς αὐτῶν προφητείας νεκρωθέντες φησὶν, ἀναστήσονται, καὶ εἰς οὐρανὸν ἐν τῷ δεσποτικῷ ὀχήματι τῇ νεφέλῃ ἀνελεύσονται, φόβος καὶ κατάπληξις τοῖς ὁρῶσι γινόμενοι.
Καὶ ἐθεώρησαν αὐτούς.
Ἴσως μὲν αἰσθητῶς τότε ταῦτα γενήσεται, νοητῶς δὲ τὸν σεισμὸν τὴν τῶν σαλευομένων μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τῷ τῆς ἀσεβείας πτώματι, μήτε τῇ ἐκείνων ἁρπαγῇ σωφρονιζόμενον, ὡς τῶν λοιπῶν σωθησομένων· αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι, τοὺς τῷ ἑβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνονται οὓς καὶ ἀποκτανθῆναι ἐπάναγκες, τὸν ἐν γεέννῃ δεύτερον θάνατον τὴν αἰώνιον κόλασιν, ἢ τυχὸν ἑπτακισχίλιοι ἔσονται οἱ ἐξ Ἰουδαίων τῷ Ἀντιχρίστῳ πειθόμενοι.
Καὶ οἱ λοιποὶ ἔμφοβοι.
Μαστιζομένων τῶν ἀπίστων καὶ δοξαζομένων τῶν μαρτύρων χριστοῦ, οἱ ἄξιοι, φησὶ, τῆς σωτηρίας τὸν Θεὸν δοξάσουσι· μετὰ δὲ τὰς δύο, φησὶν, οὐαὶ, ἡ τρίτη ἔρχεται, ἡ διὰ τῆς ζ σάλπιγγος.
Καὶ ὁ ἕβδομος Ἄγγελος.
Κἀνταῦθα πάλιν τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς εὐαγγελικῶς πολιτευομένους εὐχαριστίαν ἀναπέμπειν τῷ Θεῷ, φησιν, ὅτι ἣν ὁ Θεὸς, ὡς Θεὸς, ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, λαβεῖν δι’ ἡμᾶς ὡς ἄνθρωπος ἠξίωσεν· τοῖς δὲ ἀπίστοις ἔθνεσιν, ἐπὶ τοῦτο ὀργισθεῖσιν, ὡς ἂν προσφάτῳ καὶ ξένῃ διδαχῇ μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήγαγε. Καὶ ἦλθεν ἡ ὀργή σου. Καιρὸν τῶν νεκρῶν φησὶ, τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστά- σεως, ἐν ᾧ ἑκάστῳ κατάλληλα δοθήσεται τὰ ἐπίχειρα· διὰ δὲ τῶν προφητῶν καὶ ἁγίων καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία εἰκὸς νοεῖσθαι τάγματα τῶν ἐν ἑκατὸν καρποφορούντων καὶ ἐν ξ καὶ λ, τῶν Ἀποστόλων ὁμολογουμένως τῆς πρώτης τευξομένων λήξεως, καὶ τῆς ἐπὶ ιβ θρόνων ἱδρύσεως· μικροὺς δὲ καὶ μεγάλους, εἴτε τοὺς ἧττον ἁγίους καὶ τοὺς μᾶλλον τούτων ὑπερέχοντας, εἴτε μικροὺς ὡς ἐξουθενημένους τοὺς ἁμαρτωλοὺς, μεγάλους δὲ τοὺς δικαίους φασὶν εἰρῆσθαι.
Καὶ ἠνοίγη ὁ ναός.
Διὰ τῆς ἀνοίξεως τοῦ οὐρανοῦ καὶ τῆς ὁράσεως τῆς κιβωτοῦ
Καὶ σημεῖον μέγα ὤφθη.
Ταύτην τινὲς δι’ ὅλου τὴν θεοτόκον νενοήκασι, πρὶν ἢ γνωσθῆναι αὐτῇ τὸν θεῖον τόκον, παθοῦσαν τὰ ἐχόμενα. ἄλλος δὲ εἰς τὴν Εκκλησίαν τοῦτο ἐξέλαβεν, ἀνάρμοστα τῇ γεννήσει τῇ δεσποτικῇ τὰ περὶ αὐτῆς ἡγησάμενος, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. γυνὴ οὖν ἡ περιβεβλημένη τὸν ἥλιόν ἐστιν ἡ Ἐκκλησία, ὃ δὲ ἡμῖν ἐσθὴς, τοῦτο ἐκείνῃ τὸ φῶς· ὃ δὲ ἡμῖν χρυσὸς ἢ λίθος διαφανὴς, τοῦτο ἐκείνῃ τὰ ἄστρα. ἐπιβέβηκε δὲ ἐπὶ σελήνης· σελήνη τροπικῶς ἡ πίστις τῷ τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τὸ ἐκ τῆς σελήνης ἠρτῆσθαι τὴν ὑγρὰν ὠδίνουσαν καὶ ἀναγεννῶσαν τοὺς ψυχικοὺς εἰς πνευματικοὺς, καὶ τὴν καθ’ ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσαν τοῦ Χριστοῦ· ὥστε ἐν ἑκάστῳ ἡμῶν γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ Ἐκκλησία σπαργανοῖ καὶ ὠδίνει, ἄχρις ἃν μορφωθῇ ὁ Χριστὸς ἐν ἡμῖν, ὅπως ἕκαστος τῷ μετέχειν Χριστοῦ, Χριστὸς γένηται. ἡ Ἐκκλησία τοίνυν τὸν ἥλιονh τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης, καὶ τὴν ὡς σελήνην ἀλλοιουμένην κοσμικὴν ζωὴν ὑπὸ τοὺς πόδας κέκτηται, καὶ ἐπὶ τῆς κεφαλῆς τὸν τῶν ἀποστολικῶν δογμάτων τε καὶ ἀρετῶν περίκειται στέφανον. ὠδίνει i δὲ καθ’ ἕκαστον τῶν ἀναγεννωμένων δι’ ὕδατος καὶ πνεύματος ἡ Ἐκκλησία, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς, διὰ τὸ ἀμβλώματα εἶναι τοὺς ἐκ τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ ἐκπίπτοντας, καὶ σύνδρομον τῇ ζωῇ τὸν διὰ ἀπιστίας ὑπομένοντας θάνατον.