Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν.

Οὐ γὰρ ἔχουσι παρρησίαν τῇ διδασκαλίᾳ αὐτῶν h χρήσασθαι. πῶς γὰρ ἀκίνδυνον δημοσιεύειν τὴν μετὰ ἀσεβείας καὶ βλασφη- [*](b ἑαυτοὺς τεθνηκέναι φησιν B. c βαλλόμενον B. d καὶ τὸ ἀσχ. B. e βιοῦν ἀποφαίνεσθαι B. f φαίνεσθαι N. g ὁπ. ἡτοιμ. om B. h ἑαυτῶν B.)

168
μίας ἀσέλγει’ ; τὸ δὲ “ μεμψίμοιροι i” ὅτι τὰ τῶν ἄλλων καὶ τὰ τῆς ἀληθείας διαβάλλουσιν, ἵνα τὰ οἰκεῖα κακὰ καὶ ἀσελγήματα στήσωσιν ὡς οἷόν τε k.

Ὑμεῖς δὲ, ἀγαπητοὶ, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπίθυμιας πορευόμενοι τῶν ἀσεβειῶν.

Tοῦτο μὲν ὑπὸ Πέτρου· καὶ γὰρ τὴν δευτέραν Ἐπιστολὴν ὁ Πέτρος περὶ τούτων ἔγραψε· τοῦτο δὲ περὶ τῶν γραφέντων ὑπὸ Παύλου· πολλὰ γὰρ 1 αὐτοῦ περὶ τούτων ἐν πάσῃ m διατάξαντος Επιστολῇ.

Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ,

Τουτέστιν οἱ τὰ σχίσματα ποιοῦντες ἐν ταῖς βλασφημίαις καὶ ἀσελγείαις ἑαυτῶν, καὶ τῆς Ἐκκλησίας διασπῶντες τὰ μέλη,

Ἀντὶ τοῦ διδασκαλίαν ἔχοντες δαιμονιώδη κατὰ τὸ εἰρημένον, “ οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, “ ψυχικὴ, δαιμονιώδης.”

Πνεῦμα μὴ ἔχοντες.

Θεῖον λαλοῦν ἐν αὐτοῖς n, ὥσπερ οἱ ἀληθῶς διδάσκαλοι τῆς πίστεως τῆς ὀρθῆς.