Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
Χρυσοστόμου. Παραγαγὼν τὸν Ὠσηὲ, οὐ τούτῳ ἀρκεῖται μόνῳ· ἀλλὰ καὶ τὸν Ἡσαίαν μετ’ ἐκεῖνον ἄγει, συνῳδὰ τούτῳ
Θεοδωρήτου. Εἰς καιρὸν οὖν μάλιστα, ταύτην τέθεικε τὴν μαρτυρίαν. διδάσκων, ὡς ἄνωθεν προεῖδεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς ἀπίστους, καὶ τοὺς πιστούς. ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὀλίγους ἐξ αὐτῶν δεδέχθαι τὸ κήρυγμα, τοὺς δὲ ἄλλους ἅπαντας ὡς ἐξαπάτην φυγεῖν, ἔδειξεν ἄνωθεν ταῦτα προειρημένα. Κυρίλλου. Οὐκοῦν ἃν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται. τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι. τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατελεήσαντος.
Θεοδώρου. Διὰ γὰρ τοῦ εἰπεῖν κατάλειμμα, τὸ εὐαρίθμητον τῶν παρὰ Ἰουδαίοις σωθησομένων ἐδήλωσεν· οὓς κατάλειμμα εἶπεν, ὅτι ἐκ τοῦ πλήθους αὐτῶν ἐκλεξάμενος αὐτοὺς ὡς βελτίους, κατέλιπεν ἑαυτῷ καὶ ἀφώρισεν.
Λόγος γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
Χρυσοστόμου. Καὶ τὸν τρόπον λέγει τῆς σωτηρίας. εἶδες ἀκρίβειαν προφητικὴν καὶ σύνεσιν ἀποστολικήν· οἵαν μαρτυρίαν παρήγαγε ; πῶς σφόδρα ἐπιτηδείαν ; οὐ γὰρ μόνον ὅτι τινὲς εἰσὶν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη· ἀλλὰ καὶ πῶς σωθήσονται, προστίθησι. πῶς οὖν σωθήσονται ; οὐ περιόδων, φησὶν, χρεία, καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων,
Γενναδίου. Δείκνυσι τοίνυν καὶ ἐκ τῶν προφητῶν προμηνυθὲν, ὡς ἐσόμενον τὸ δικαίως καὶ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν τοὺς προδραμόντας κληθῆναι· τοὺς δὲ μὴ βουληθέντας, καταλειφθῆναι. καὶ πρώτην παράγει τὴν τοῦ Ὠσηὲ φωνήν. δι’ ἧς Ἰσραηλιτῶν, τῶν μὲν εἰς αἰχμαλωσίαν, ἀποβολὴν, τῶν δὲ πάλιν ἐξ αἰχμαλωσίας οἰκείωσιν, καὶ ἐθνῶν κλῆσιν προεσήμαινεν. εἶτα τὴν Ἡσαίου βοῶντος τὸ, παντὸς σχεδὸν τοῦ Ἰσραὴλ πλὴν ὀλίγων, ἔσεσθαι ἀπόπτωσιν.