Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἰκουμενίου. Ἐν δὲ τῶ, “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύ- “ ναμίν μου πᾶσαν,” δύναμιν τοῦ Θεοῦ, τὴν μακροθυμίαν ἀπέδωκέ τις. τι γὰρ οὐκ ἃν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ Θεοῦ. φησὶν οὖν, εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαι σε, ὅπως δειχθῇ, πῶς εἰμὶ μακρόθυμος. Γρηγορίου Νύσσησ. Τὸ δέ γε ἐσκληρύνθαι παρὰ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, νοητέον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ’ ὡς τῆς προαιρέσεως, διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως, τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον, οὐ δεχομένης.

Θεοδωρήτου Ἐκ Τῶν Εἰσ Τὴν Ἔσοδον. Μάλα μὲν γὰρ ῥᾴδιον ἦν τῷ Θεῷ, μετὰ τὴν πρώτην ἀπείθειαν πανωλεθρίαν ἐπαγαγεῖν. ἀλλὰ ἀφράστῳ κεχρημένος μακροθυμίᾳ, μετρίας αὐτῷ παιδαγωγίας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν. οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατεφρόνει μαστίγων. ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ἐξ ἡμῶν αὐτῶν γίνεται, μάρτυς ὁ θεῖος Ἀπόστολος λέγων, “ τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε “ ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, “ θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.” κἀκεῖνο δὲ σκοπητέον, ὡς εἰ φύσει πονηρὸς ἦν ὁ Φαραὼ, οὐκ ἃν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε. νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον. ὑπὸ δὲ τῆς μακροθυμίας σκληρυνόμενον. παιδευόμενος γὰρ, ἠντιβόλει τὸν νομοθέτην, “ προσεύξασθε,” λέγων, “ περὶ ἐμοῦ.” καὶ πάλιν, “ ὁ Κύριος δίκαιος· ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.” τῆς δὲ τιμωρίας παυομένης, ἐβαρύνετο καὶ ἐσκληρύνετο. ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον λύσωμεν· ὁ ἥλιος τῆ τῆς θέρμης ἐνεργείᾳ, τὸν μὲν κηρὸν, ὑγραίνει, τὸν δὲ πηλὸν ξηραί καὶ τὸν μὲν, μαλάττει, τὸν δὲ, σκληρύνει. ὥσπερ τοίνυν οὗτος, τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ· οὕτως τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν, ὠφέλειαν, οἱ δὲ, βλάβην καρποῦνται. καὶ οἱ μὲν, μαλάττονται, οἱ δὲ, σκληρύνονται. ὥσπερ δὲ οἱ ἰατροὶ,

349
τοὺς ἀνηκέστως διακειμένους, πολλῶν παρόντων τέμνουσιν· οὐκ ἐκείνοις ἐπικουροῦντες, ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον· ἀλλὰ τοὺς φοιτητὰς ’τον τῆς ἰατρείας διδάσκοντες τρόπον. οὐτῶ καὶ ’τον Φαραὼ, ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώμῃ, ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός. πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν· καὶ τοῖς μὲν ἀδικουμένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐνδίκως. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ. “ ἕνεκεν τούτου διετηρήθη· ἵνα “ ἐνδείξωμαι ἔν σοι τὴν ἰσχύν μου. καὶ ὅπως διαγγελῇ τὸ ὄνομά “ μου ἔν πάσῃ τῇ γῇ.”

Βασιλείου ἐκ ἐκ τοῦ ὅτι οὐκ ἔστιν αίτιοσ Θεός. Ἐσκλήρυνεν οὖν αὐτὸν τῇ μακροθυμίᾳ, καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ· ἐπιτείνων αὐτοῦ τὴν κακίαν· ἵνα εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ’ αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. διὰ τοῦτο ὑπὸ μικροτέρων πληγῶν ἀεὶ προστιθεὶς, καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον· ἀλλ’ εὕρισκεν αὐτὸν κα τῆς ἀνοχῆς καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελητήσαντα. Ὠριγένουσ ἐκ τῶν ἐκλογῶν. τὸ δὲ “ σὺ τίς εἶ ὁ ἀνταποκρι- “ νόμενος τῷ Θεῷ,” τάχα διδάσκει, ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν, ὡς πιστὸς καὶ εὖ βιοὺς, οὐκ ἂν ἀκοῦσαι, “ σὺ δὲ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ὁποῖος ἦν Μώσης. γὰρ ἐλάλει, “ ὁ δὲ Θεὸς ἀπεκρίνατο φωνῇ.” καὶ ὡς ἀποκρίνεται ὁ Θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν Θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς, ἣ περὶ τούτων οὐ κατὰ φιλομάθειαν, ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν, καὶ διὰ τοῦτο λέγων, “ τι ἔτι μέμφεται ; τῷ γὰρ θελή- “ ματι αὐτοῦ τίς ἀνθέστηκεν ;” οὗτος ἃν ἄξιος εἴη τῆς τῆς λεγούσης, “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;

Γενναδίου. Ἕτερος δὲ τοῦτο οὕτως ἑρμήνευσεν. ἐρωτᾷς με, “ τίς ἀνθέστηκεν αὐτοῦ τῷ βουλήματι ;” ἐγὼ δέ σοι λέγω, σὺ πρὸ πάντων, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ. τίς μὲν γὰρ εἶ που πάντως· καὶ οὐκ ἃν οὐδεὶς εἶναι ποτὲ καταδέξαιο. ἀντιλέγων δὲ Θεῷ, πῶς οὐκ ἀνθέστηκας ; οὐκοῦν τοῖς αὐτοῦ λόγοις ἑάλως· καὶ οἷς ἀρνῇ, τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν. καὶ σαυτοῦ, πρὸ

350
ἐμοῦ κατήγορος γέγονας. ζητεῖς μὲν γὰρ, τίς ἀνθέστηκε ; τίς δὲ ὑπάρχεις αὐτός ; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδεὶς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῆ τὸν Θεόν. εἰ δὲ εἶ τίς, κἂν μυριάκις ἀρνοῖο, δίκαιος ὁ Θεὸς ἀποδέδεικται. καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος τεθαύμακα, τοῦτο καὶ πρὸς σὲ, φίλτατέ μοι Πέτρε, βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς Ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαι τινές· εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι. οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν ἐναντίων προβλήματα, τὸ “ μενοῦνγε ὦτ’ ἄνθρωπε, σὺ τίς “ εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ,” ἔφησαν εἰρηκέναι, ἀλλ’ ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα, καὶ μονονοὺ βεβαιοῦντα τὸ τῷ Θεῷ παρ’ ἐκείνων ἐπαγόμενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας χρηστοῦ τοῦ Θεοῦ προτεινόμενος, ἐπιστομίζει τὸν ἀντιλέγοντα· τῷ ἐκείνου λόγῳ συντρέχων, σαφῶς ἐλέγχεται συνομολογεῖν οὐ δικαίως, ἀλλ’ αὐθεντίᾳ τὸν Θεὸν τὰ ἀνθρώπινα πράττειν. τοῖς δὲ, προσήκειν ἡσυχῆ στέργειν ὅπως ἃν ἔχοι τὰ κατ’ αὐτούς· ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων πλαττομένοις σκεύεσιν· οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουργήσαντα φαύλους· εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ Ἀπόστολος ἠπίστατο μὴ δυνάμενος, κατὰ τὸν λόγον ἐκείνων, ἀπαντῆσαι ταῖς προτάσεσι ταύταις, οὐκ ἃν αὐτὰς προὐβάλετο τὰς ἀρχάς. οὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδύνατο· οὐδ’ ἃν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο. καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα προῃρημένος συνιστᾶν. τοῦτο γὰρ οὐδ’ ἃν ἔπαθεν ὁ πάντων εὐηθέστερος. ἀλλ’ οὐχ οὕτως ἔχει. τεθαρρηκὼς δὲ οἶμαι Χριστῷ καὶ τῇ ἀληθείᾳ συνηγορῶν, οὐδεμίαν τοῖς ἐναντίοις ὑπελείπετο πρόφασιν. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν ἀντιθέσεων, οὕτω καὶ ταύτης ἰσχυροτέραν ἐποιήσατο τὴν ἀναίρεσιν. καὶ τῶν βλασφήμων ἀπορράψας τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς. τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ, ἐρεῖ, φησὶν, τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; οὕτω μέν, φησιν, αὐτὸς ὑφ’ ἑαυτοῦ διηλέγχθης. ἀνθιστάμενος
351
δὲ ἐγκαλεῖς Θεῷ, καὶ λέγεις “ τί ἔτι μέμφεται ;” ταῦτα ταῦτα τοῦτο, “ τῷ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν, ἀντειπὼν, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν ῥήσεων τὸν σκοπόν. ὣν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάνθρωπος· ἐν δὲ τῇ πρὸς τὸν Φαραὼ, τιμωρητικὸς ὁ Θεός * * *

Θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνώρισαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· καὶ ἵνα γνωρίση τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν αὐτοῦ, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

Τοῦ Χρυσοστόμου. Ἐπιστομίσας τὴν ἄκαιρον τῶν ἀντιλεγόντων φιλονεικίαν, μετὰ τῆς προσηκούσης ὑπερβολῆς, ἐπάγει λοιπὸν καὶ τὴν λύσιν. τίς οὖν ἡ λύσις ; σκεῦος ὀργῆς ἦν Φαραώ· τουτέστιν ἄνθρωπος, τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων, διὰ τῆς οἰκείας σκληρότητος. πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ’ ἀδιόρθωτος ἔμενε. διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ “ κατηρτισμένον εἰς ἀπώλειαν.” τουτέστιν, ἀπηρτισμένον· οἴκοθεν μέντοι καὶ παρ’ ἑαυτοῦ. οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν ἡκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ· βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. ἐπεὶ δὲ οὐκ ἐθέλησεν ἐκεῖνος εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλὰ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν· διὰ τῆς εἰς ἐκεῖνον κολάσεως, ἑτέρους σπουδαιοτέρους ποιῶν· καὶ τὴν δύναμιν αὐτοῦ, ταύτῃ δεικνύς.

Ὁτι δὲ οὐ βούλεται ὁ Θεὸς οὕτως αὐτοῦ γνωρίσαι τὸ δυνατόν· ἀλλὰ δι’ ὧν εὐεργετεῖ, καὶ τοῦτο διὰ πάντων ἐδήλωσεν ἄνωθεν. ἀλλ’ ἐπειδὴ ἐμακροθύμησε μὲν, εἰς μετάνοιαν ἵνα ἀγάγῃ· οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον· ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδάναι ἀπὸ τῆς πολλῆς μακροθυμίας. ὥσπερ

352
οὖν τοῦτον ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὐτοῦ τὴν δύναμιν· οὐτῶ τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὐτοῦ τὴν φιλανθρωπίαν. ἀλλ’ οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν. δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ· καὶ τοῦτο πρὸ τῶν ἄλλων ἐσπούδακεν. ὅταν δὲ λέγῃ “ ἃ προητοίμασεν “ εἰς δόξαν,” τοῦ Θεοῦ τὸ πᾶν εἶναι φησί. ἐπεὶ δὲ τοῦτο ἦν, οὐδὲν ἐκώλυεν ἁπάντας σώζεσθαι. ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσιν· ἀναιρεῖ τὲ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν. καὶ οὐ μικρὰν ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε. διόπερ οὐ λέγει τὰ ἔθνη πάντα, ἀλλ’ “ ἐξ ἐθνῶν.” οὐδὲ Ἰουδαίους πάντας, ἀλλὰ “ τοὺς ἀπὸ Ἰουδαίων. ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν, ἀπὸ τῆς οἰκείας παρανομίας, οὕτω καὶ οὗτοι σκεύη ἐλέους, ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. εἰ γὰρ καὶ τὸ πλεῖστον ἐστὶ τοῦ Θεοῦ, ἀλλ’ ὅμως καὶ αὐτοὶ y συνεισηνέγκαμεν. διὸ οὐδὲ εἶπε σκεύη κατορθωμάτων, οὐδὲ σκεύη παρρησίας, ἀλλὰ “ σκεύη ἐλέους.” δεικνὺς, ὅτι τὸ πᾶν ἐστὶ τοῦ Θεοῦ. καὶ γὰρ τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος,” εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ’ ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, ἀπορίαν οὐδεμίαν φέρει. ὅταν γὰρ εἴπῃ, “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος,” οὐ τὴν ἐξουσίαν ἀναιρεῖ· ἀλλὰ δείκνυσιν ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ἔδει μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν· θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.

Καὶ καλῶς εἶπεν “ ἃ προητοίμασεν εἰς δόξαν.” ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν· καὶ καταισχύνειν αὐτοὺς ’νόμιζον· ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. εἰ γὰρ τῷ Θεῷ δόξαν τὸ πρᾶγμα ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις. δι’ ὧν καὶ ὁ Θεὸς ἐδοξάσθη. σκόπει δὲ αὐτοῦ σοφίαν ἄφατον. δυνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ’ ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, [*](y I. marg. a m. r. τὶ μικρόν.)

353
ἐσώθησαν. καὶ πεῖσαι μηκέτι διαπορεῖν. εἰ καὶ ἐξ ἐθνῶν τινὲς ἐσώθησαν, Ἰουδαίων ἀπολομένων. ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἐπίδειξιν, ἀπὸ τοῦ βαρβάρου παράγει. ὥστε μὴ ἀναγκασθῆναι αὐτοὺς σκεύη ὀργῆς καλέσαι. τοὺς δὲ ἐλεουμένους, ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. πόθεν οὖν οἱ μὲν, σκεύη ὀργῆς, οἱ δὲ ἐλέους ; ἀπὸ προαιρέσεως οἰκείας. ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὣν, ἐπ’ ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραώ, τε αὐτοῖς μέρος. τῆς γὰρ αὐτῆς μακροθυμίας, καὶ ἐκεῖνοι καὶ οὗτος ἀπήλαυσαν· εἰ δὲ μὴ ἐκεῖνος ἐσώθη, παρὰ την αὐτοῦ γνώμην τὸ πὰν·

Κυρίλλου. Τὸ μὲν οὖν “ ἐξήγειρά σε” πρὸς τὸν Φαραὼ εἰρημένον, οὐ τὸ, ἔκτισα σημαίνει· κέκληκα δὲ, ἕλ’ τὸ θελῆσαι ἀντιπράττειν ἐμοί. καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ. ἐπὶ ποίοις δέ τισιν, ἢ καὶ ὅτου χάριν, ὁ μέγας ἡμῖν διατρανώσει Παῦλος. “ θέλων γὰρ,” φησι, “ ἐνδείξασθαι τὴν ὀργήν,” καὶ τὰ ἑξῆς. πεπλάνηται γὰρ ἡ σύμπασα γῆ, κάταγε τοὺς ἄνωθεν ἔτι καιρούς. οἱ μὲν γὰρ, τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ, τὸ δοκοῦν ἐποιοῦντο σέβας. κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραάμ. ἀνέφυ τὲ οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίβασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι Θεοῖς. ἀλλ’ ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μώσης, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ’ αὐτὸν λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον, ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Εβραίων Θεός· ἀλλὰ γὰρ καὶ ταῖς ἄγαν θαυματουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ’ αὐτὸν πίστιν καὶ δόξαν· ὅτι μὴ κατὰ τοὺς ἄλλους ἔστι θεοὺς, ἄφωνός τε καὶ ἄναλκις· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτός. καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι, κατασκήπτουσιν ὀργαί. ἀλλ’ ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν, εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα. ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς· καὶ κατε-

354
σκληρύνετο τῆς θείας δυνάμεως. ταύτῃ τοι, ἐκολάζετο οὐκ ἀδίκως. ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης· κατῄκιζέ τε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ τὸν Ἰσραήλ· καὶ μισθὸν αὐτοῖς ἐπήρτισε, πόνον. διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν. τουτέστιν, εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τὲ καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς, ὁρῷτο τοῦ παθεῖν ἄξιος· ᾦγε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας, καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς λόγος καὶ φλυαρία κατὰ τοῦ Θεοῦ. θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν, ἤνεγκε πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους. τουτέστι, τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

Γενναδίου. Βούλεται τοίνυν ὁ Παῦλος εἰπεῖν ἐν τούτοις, λίαν εἴρηται κάλλιστα πρός τε τὸν Μωσέα, “ ἐλεήσω ὃν ἂν ἐλεῶ, “ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ πρὸς τὸν Φαραὼ, τὸ, “ εἰς “ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν “ μου.” θέλων γάρ, φησι, ὁ Θεὸς γνώριμον ἅπασι τὴν οἰκείαν ἐργάσασθαι δύναμιν. μεθ’ ἧς τοὺς μὲν ὀργῆς ἀξίους, κολάσει. τοὺς δὲ οἰκτιρμῶν, ἐλεήσει· τὰ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο. διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας, ταύτην κοινὴν τῷ κόσμῳ προθείς. παμπονήρων γὰρ καὶ δυσσεβῶν ὄντων τῶν περὶ τὸν Φαραὼ, καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι δικαίων, μακροθυμίᾳ μὲν τὴν κατ’ αὐτῶν ἀνεβάλετο τιμωρίαν, καὶ συνεχώρησεν ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ. περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι’ ὠμότητα καταστάντας, ἐμφανῶς ἀπολώλεκε. καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας, πανδημεὶ διεσώσατο γένος. αὕτη μὲν τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια. ἐνδεῖ δὲ αὐτῇ πρὸς ἀποπλήρωσιν, τὸ τοῦτο μέμφῃ. ἵνα ᾖ τοιοῦτον τὸ πᾶν. εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν· καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς ; πλη-

355
ῥώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἔρχεται λύσιν. ἀκόλουθον τοῖς προκειμένοις τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησάμενος. εἰπὼν γὰρ “ ἃ προητοίμασεν εἰς δόξαν,” εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, συνῆψεν, “ οὓς καὶ ἐκάλεσεν ὑμᾶς, οὐ μόνον ἐξ Ἰου- “ δαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.” ὥστε καὶ νῦν παραπλησίως φησὶ τῇ αὐτοῦ κρίσει τὲ καὶ προγνώσει δικαία τοὺς ἐξ Ἰουδαίων τὲ ἡμᾶς καὶ ἐθνῶν προσδραμόντας αὐτῷ κέκληκεν ὁ Θεός· καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν ἐστὶ τὸ συμβὰν ἐφ’ ἡμῶν.