Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο. τῷ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω. ἄρα οὖν αὐτοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς τοῦτο ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἄρα οὖν ὃν ἃν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει, σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκε; μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
Χρυσοστόμου. Ὥσπερ φησὶν ἐπὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ,
Ορᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον. καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει. συμφερόντως τοῦτο ποιῶν. ἀλλ’ ἐπιστομίζει πρῶτα τὸν ζητοῦντα, λέγων οὕτως. “ μενοῦν γε, ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;” ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον περιεργίαν ἀναστέλλων· καὶ παιδεύων εἰδέναι, τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος. καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ. καὶ ὅταν τοῦτο κατασκευάσῃ [*](x τῷ ἐλάσσονι a m. rec. superscript.)
Κυρίλλου. Ἐπειδὴ τοίνυν εἰκὸς ἦν τῶν φιλεγκλημόνων οἴεσθαι τινὰς ῥοπῆς θελημάτων ἀβασανίστου τυχὸν τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ· καὶ τὸν μὲν, ἠγαπῆσθαι, ἰδίᾳ χάριτι κατανεύοντος τοῦ Θεοῦ, τὸν δὲ, μισεῖσθαι, προαναιρῶν ἀναγκαίως ὁ Ἀπόστολος, ὡς ὀλέθριον τὴν ἐπὶ τούτῳ διάληψιν, ταῖς ἄνωθεν ψήφοις πειρᾶται συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πὼς ἀνθιστάς. εἰ γὰρ δή, φησι, καὶ πρίν τι δράσαι τὰ βρέφη, ὁ μὲν, τῆς ἀγάπης ἠξίωται, ὁ δὲ, μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που καὶ ἄδικος ὁ Θεός. εἶτα πῶς, φησιν, τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τίς ἃν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν· καὶ ῥοπῆς εἰκαίας, καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι, τὰ ἐπ’ ἀμφοῖν ὡρισμένα. ἐπειδὴ δὲ σκαιὸς μὲν λίαν ἦν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἃν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐ χαριζομένη καὶ πρὸ καιροῦ, τῷ μὲν ἀγαθῷ τοὺς τρόπους, τὸ ἀγαπᾶσθαι, τῷ δὲ μὴ τοιούτῳ, τὸ κατακρίνεσθαι. ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν, χαλεπὸν οὐδέν. ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων.
Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον τῆς κατ’ ἐκλογὴν χάριτος, καὶ τῆς ἐν προγνώσει δωρεᾶς προανατυποῦσθαι τὸ μυστήριον, ταύτῃ τοι χρησίμως ὁ τῶν τοιούτων ἡμῖν ἀριστοτέχνης Θεὸς, μονονουχὶ καὶ ἐπεδράττετο τοῦ καιροῦ, καὶ ἐν τῇ τῶν παίδων γενέσει πεπληροφόρηκε τὸν Ἰσαάκ. ὡς εἷς τὲ καὶ μόνος ὑπάρχων ἐξ Ἀβραὰμ, ἀναριθμήτων ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας, ὡς καὶ ἐν πίστει κληρωθησομένων. εἰ δὲ δὴ κατὰ γνῶσιν, οὓς ἃν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει· ἔφη γάρ που πρὸς Μωσέα, “ καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω,” πῶς οὐχ ἁπάσης διαβολῆς τυχὸν ἐκτὸς ἔσται τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ Ἀπόστολος, ὡς τάχα που οἰήσονται τινὲς νεύμασι τοῖς θείοις, τοὺς μὲν, εἶναι ἀγαθοὺς, τοὺς δὲ, ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας, καὶ φησὶν, “ ἄρα “ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “Θεοῦ.” εἰ γὰρ μεμίσηται μὲν ὁ Ἡσαῦ, καὶ πρίν τι δράσαι τῶν φαύλων· τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακώβ. ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἣ θέλων; τουτέστιν, ὁ δράσαι τί τῶν ἀγαθῶν προθυμούμενος. ἀπήρτηται δὲ πάντα τὰ καθ’ ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων. εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν· καὶ φησὶν, “ λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε. ὅπως ἐνδείξω- “ μαι ἐν σοὶ τὴν δύναμίν μου.” προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος, καὶ φησίν. “ ἄρα οὖν ὃν “ ἂν θέλῃ ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι τί ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε;”
Τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ’ ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν. πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ. διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ. κατοικτείρει γὰρ καὶ ἐλεεῖ τοὺς οἷς ἃν ἁρμόσῃ τὸ ἐλεεῖσθαι δεῖν. ὑποφέρει δὲ δίκαις οὐκ εὐθὺς καὶ κατὰ πόδας τῶν αἰτιαμάτων τὰς τιμωρίας· προλαβούσης μᾶλλον μακρᾶς ἀνεξικακίας. ὡς οἴεσθαι που τινὰς καὶ ἀφειδῆσαι μᾶλλον τῶν ἐπὶ
Ἀλλ’ ἴσως καὶ πρός γε τοῦτο τινὲς ἐκεῖνο φασίν· εἰ κεραμέως δίκην καθ’ ὃν ἃν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν, εἰς τιμὴν ποιῆσαι σκεῦος. τὸ δὲ, εἰς ἀτιμίαν· πῶς οὐχ ἁπαστισοῦν ἀναπείθει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τὲ καὶ πάντως τοιοῦτον ἔχειν ’τον τρόπον, καθ’ ὂν καὶ πεποίηται. ὥστε ο μὲν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο. πεποίηται δέ τις ἕτερος, ἤγουν ἐξεγήγερται σκληρός· ἵνα, ὡς αὐτὸς φησὶν, διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ. ποία τοίνυν ἐστὶ τοῖς πταίουσιν ἡ γραφή. γεγόνασι γὰρ εἰς τοῦτο. πρὸς δὴ τὰ τοιαῦτα φαίη τίς ἃν, ὅτι μάλιστα μὲν οὐκ ἃν ἔχοιεν εἰπεῖν, ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν. οὐ γὰρ ἔφη πεποιῆσθαι τινὰς ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη ἀτιμίας· οὐδὲ φύσει αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν ὅλως. ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονται τινὲς οἷά περ σκεύη κεραμεικά· ἃ μὲν εἰς τιμήν· ἃ δὲ εἰς ἀτιμίαν. καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ὑμῖν πεποίηται λόγων. τίνα οὖν τρόπον ἄρα διαπλάττονται τινες οἷά περ ἐκ κεραμέως, οἱ μὲν, εἰς τιμήν· οἱ δὲ, εἰς ἀτιμίαν, καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τίς ἃν, τοῖς Ἱερεμίου λόγοις ἐντυχών.
Ὁρᾷς πῶς πλάττονται τινὲς εἰς τιμὴν τὲ καὶ ἀτιμίαν; οὐ φύσιν λαχόντες τὴν ὦδε πεποιημένην, ἀλλ’ οἷς δράσειαν τὴν ἰσοπάλη καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζοι τῶν ὅλων ὁ ποιητὴς, τὸν ἐκ τρόπων ἀγαθῶν πρὸς τὰ αἰσχίω μεταφοιτῶντα· καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω, τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἥκιστα μὲν κατὰ φύσιν γεγόνασι φαῦλοι τινὲς, ἤγουν διαπλάττονται δι’ αὐτοῦ. σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας; ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠρρωστήκασι τὴν εἰς τὰ φαῦλα τιμήν. ἀλλ’ ἐσκλήρυνε, φησὶν, αὐτὸς τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτὸν, “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε· “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.” οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς, καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, “ τί ἔτι μέμφεται; τῷ γὰρ “ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε ;” πῶς δ’ ἃν γέγονεν ἀγαθὸς παρ’ αὐτοῦ σκλυρυνόμενος; τί οὑν ἔχομεν πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἃν γένοιτο τῶν φαύλων δημιουργὸς, πάντα γὰρ ὅσα ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον, καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν. εἰ δὲ ἢν καθ’ ἡμᾶς, ἣ τῆς θείας [*](x Ι. m. ἔπεσε.)
Θεοδωρήτου. Ἢ τὸ, “ ἐξήγειρά σε,” ἀντὶ τοῦ, συνεχώρησά σε τῆς βασιλείας τυχεῖν. καὶ κωλῦσαι δυνάμενος, οὐκ ἐκώλυσα. τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. ἀναγκαίως δὲ καὶ τοῦ Μώσεως ἐμνήσθη ἐν τῷ, “ τῷ γὰρ Μωϋσῇ λέγει. ἐλεήσω ὃν ἂν ἐλεῶ. ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρημένων τὸ ἀξιόπιστον. εἶτα ἐπισυλλογίζεται· “ ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος.” καὶ τὴν λύσιν οὐκ ἐπάγει· ἀλλ’ ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. λέγει γάρ, φησιν, ἡ γραφὴ τῷ Φαραώ. εἶτα συλλογιστικῶς ἐπάγει. “ ἄρα οὖν ὃν ἂν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει σκλη- “ ρύνει.” σά, φησιν, ταῦτα τὰ γράμματα. οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω. αὐτοῦ ἤκουσα τοῦ Θεοῦ εἰρηκότος, “ ἐλεήσω “ ὃν ἃν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” αὐτοῦ πάλιν ἐστὶ τὰ περὶ τοῦ Φαραώ. αὐτὸς καταλιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο. αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ησαυ προτεθεικε· τι τοίνυν θαυμαστὸν, εἰ καὶ νῦν ταὐτὸ τοῦτο πεποίηκε; καὶ τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει. αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν· καὶ φησίν· “ ἐρεῖς “ οὖν μοι τί ἔτι μέμφεται; εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκ ἐνδίκως τοῖς ἁμαρτάνουσιν ἐπιφέρει τὰς τιμωρίας. ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν οὐχ οἷόν τε. οὕτω τὰς ἀντιθέσεις πάσας προτεθεικὼς, ἐπήγαγε, “ μενοῦν γε ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ἐπειδὴ φησὶν, “ τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε.” σὺ τίς εἶ; οὐκ ἄνθρωπος; πῶς οὖν ἀνταποκρίνῃ καὶ περιεργάζῃ τὰς θείας οι'κονο-
Ἐκ τῆσ ἐκλογῆσ τοῦ Ὠριγένουσ. Ἴδωμεν δὲ καὶ περὶ τοῦ “ ἄρ’ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “ Θεοῦ.” τινὲς γὰρ αἰτιώμενοι φασίν· εἰ μὴ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ σώζεσθαι, ἀλλ’ ἐκ προαιρέσεως τοῦ, ὅτε βούλεται ἐλεοῦντος, πρὸς οὓς ῥητέον. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά, “ ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο- “ δομοῦντες. ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν “ ὁ φυλάσσων.” οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν, οὐ δὲ διδάσκων μὴ ἀγρυπνεῖν ἡμᾶς εἰς τὸ φρουρεῖν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς Θεοῦ οἰκοδομούμενα, καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται, καὶ ἀνηνύτως τηρεῖται. εὐλόγως ἃν ἐπιγραφομένου Κυρίου τῆς οἰκοδομῆς τοῦ Θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων Θεοῦ. ὥσπερ οὖν εἰ λέγομεν, οὐ τοῦ οἰκοδομοῦντος, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἔργον, τόδε τὸ οἰκοδόμημα· καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα, ἀλλὰ τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ μηδὲν πεπονθέναι ὑπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἃν πταίοιμεν. ὑπακουομένου μὲν, τοῦ καὶ κατὰ τὸν ἄνθρωπον γεγονέναι. τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν Θεὸν ἀναφερομένου. οὕτως ἐπεὶ
Καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν, καὶ τὴν τῶν ἀέρων εὐκρασίαν, καὶ τὴν τῶν ἀστέρων λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἃν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα καταστάσεως ἡ κυβερνητικὴ τέχνη ; οὐδὲ τῶν κυβερνητῶν αὐτῶν δι’ εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ Θεῷ τὸ πᾶν ἀναφερόντων. οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας, τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας, πολλαπλάσιον ἐστὶν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ Θεοῦ, τοῦ ἀπὸ τοῦ ἐφ’ ἡμῖν. διόπερ ἡγοῦμαι γεσθαι τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· ἀλλὰ τοῦ ἐλεοῦν- “ τος Θεοῦ.” εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δεῖ τοῦτο ἐκλαμβάνειν, περισσαὶ αἱ ἐντολαί· καὶ μάτην ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας, καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας, καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις. εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. οἷα δὲ καὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα· ὡς σκληρυνομένου παρὰ Θεοῦ ἵνα μὴ ἀποστείλῃ τὸν λαόν. τί δὲ καὶ τὸ, “ἄρ᾿ οὐν ὃν ἃν θέλῃ ἐλεεῖ ὃν δὲ “ θέλει σκληρύνει ” ἐπεὶ γὰρ χρῶνται τούτοις τινὲς τῶν τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἶναι λέγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι· καὶ ἑτέρας σωζομένας, ἀδυνάτως
Πευσόμεθα γὰρ αὐτῶν· εἰ χοικῆς φύσεως ὁ Φαραὼ ἦν, ἀποκρινομένοις δὲ, ἐροῦμεν, ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ τῷ Θεῷ. εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν; καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν, καὶ πάντως ἐπείσθη ἄν, ἅτε οὐκ ὢν χοικὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος. χρήζει δὲ αὐτοῦ ὁ Θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν· ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ Ἀποστόλῳ εἰρημένου, λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ Θεός ; τοὺς ἀπολλυμένους ; ὡς τί πεισομένους εἰ σκληρυνθεῖεν ; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης. τινας δὲ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους ; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις, καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις ἐσομένοις ; εἰ μὴ ἄρα ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται. ἵν ὅπερ ἐπιδέχονται, μὴ λάβωσι τὸ ἀπολέσθαι. ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους. ἐπαπροητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ, ἐσκλήρυνε. τί δή ποτε λέγουσι τὸν Θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν ; καὶ τί προτιθέμενον τοῦτο ποιεῖν ; τηρείτωσαν γὰρ καὶ ἔννοιαν Θεοῦ. κατὰ μὲν τὸ ὑγιὲς, δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω δικαίου. καὶ παραστησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος. ἢ ὁ δίκαιος μόνον, φαίνεται δικαίως σκληρύνων καρδίαν, τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου· καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ’ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων ; τί δὲ αὐτῷ καὶ μέμφεται λέγων, “ σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ
Αναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ, καὶ ὅτι ὁ Θεὸς δίκαιος, ἐὰν ἀγνώμων ἦ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δικαίως τρανῶς νοηθῇ. εἰ μὲν γὰρ ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵσταται πρὸς τὸ πονηρὸν εἶναι τὸν Θεὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δὲ φασὶν διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἃν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν, εἰ διά τινος παραδείγματος ὃ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς, ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ’ ἑαυτοῦ τὸ σκληρύνεσθαι· σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. “ γῆ,” φησὶν, “ ἡ πιοῦσα τὸν ἐπ’ “ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις “ δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ. “ ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας “ ἐγγύς. ἧς τὸ τέλος, εἰς καῦσιν.” οὐκοῦν, μία ἐνέργεια ἡ κατὰ τὸ ὑετόν. μιᾶς δὲ οὔσης αὐτῆς, ἡ μὲν γεωργηθεῖσα γῆ, καρποφορεῖ· ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος, ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἃν δόξαι εἰναι τὸ λέγειν τὸν ὕοντα, ἐγὼ τοὺς καρποὺς ἐποίησα, καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ. ἀλλ’ εἰ καὶ δύσφημον, ἀλλὰ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτ’ ἃν καρποὶ, οὔτ’ ἄκανθαι ἐγεγόνεισαν. τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρέοντος, ἀμφότερα γεγένηται. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ, καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν.
Οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ Θεοῦ τεράστια· οἱονεὶ ὑετὸς ἐστιν. αἰ δὲ προαιρέσεις αἱ διάφοροι, οἱονεὶ ἡ γεωργημένη γῆ ἐστι καὶ ἡ ἠμελημένη. μία τῇ φύσει ὡς γῆ τυγχάνουσα. ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε, φωνὴν προιέμενος, ἐγὼ τήκω καὶ ξηραίνω. ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι. οὐκ ἃν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμενον· ἀπὸ τῆς μιᾶς θερμότητος
Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις, τὸ, ἐγώ σε πονηρὸν ἐποίησα· καὶ ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν, μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας, φησὶν πρὸς τὸν ἁμαρτάνοντα, “ ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς “ μακροθυμίας καταφρονεῖς ; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς “ μετάνοιάν σε ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- “ νοητὸν καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ “ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ ;” ἃ γὰρ λέγει τὸν ἁμαρτάνοντα ὁ Ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως· κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν, θησαυρίζοντα ἑαυτῷ ὀργὴν τῆς σκληρότητος. οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει. ἔτι πρὸς τὸ μὴ εἶναι ἡμᾶς αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα φησί. “ μενοῦνγε, ὠ ἄνθρωπε, σὺ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ “ πλάσαντι, τί με ἐποίησας οὕτως ; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κερα- “ μεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς “ τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν ” ἐρεῖ γάρ τις. εἰ ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ. ὃ μὲν, εἰς τιμὴν σκεῦος· ὃ
Λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτως χρώμενον. εἰ δύναται περὶ τοῦ Ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος, οὐχ ἡγοῦμαι δὲ ὅτι τολμήσει τίς τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἑαυτῷ ἐναντία φθέγγεται ὁ Ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται τὸν ἐν Κορίνθῳ πεπορνευκότα ; ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ. οὐ γὰρ κατὰ τὸν αὐτόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν ἡμαρτηκότα. καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν αὖ x πεποιηκότα; πάλιν δ’ αὖ ὡς μηδενὸς ὄντος ἐφ’ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι, τὸ μὲν, εἰς ἀτιμίαν σκεῦος, τὸ δὲ, εἰς τιμήν ; πῶς δὲ καὶ τὸ, πάντας ἡμᾶς παραστῆναι δεῖν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, ὑγιές ἐστι ; τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας, ἐπὶ τοῦτο πράξεων ἐληλυθότων· καὶ τῶν κατ’ ἀρετὴν βιωσάντων, τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτω κατεσκευάσθαι, καὶ σκεύη τιμῆς γεγονέναι, τὸ καλὸν πεποιηκότων ; ἔτι δὲ πῶς οὐ μάχεται τῷ ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, ἔκτιμον ἣ ἄτιμον σκεῦος γεγονέναι, παρὰ τὴν τοῦ δημιουργοῦ αἰτίαν, τὸ ἀλλαχοῦ λεγόμενον, “ ἐν “ μεγάλη οἰκίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ “ καὶ ξύλινα καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτι- “ μίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν ἡγι- “ ασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ.” εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμήν· ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν παριδὼν σκεῦος εἰς ἀτιμίαν· ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν, οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς σκεύη τιμῆς, καὶ σκεύη ἀτιμίας. ἀλλὰ σκεύη μὲν τιμῆς, τοὺς ἐκκαθάραντας ἑαυτούς· σκεύη δὲ ἀτιμίας, τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιιδόντας.
Ἐπεὶ δὲ ὅπου μὲν, ὁ Ἀπόστολος οὐ προσποιεῖται τὸ ἐπὶ τῷ [*](x I. marg. εὖ.)
Φωτίου. Ἢ πρόθεσιν εἰπὼν, τοῦ Θεοῦ τὴν βουλὴν εἰπὼν δὲ “ κατ’ ἐκλογὴν,” ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων. οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ’ ἑτέρου, εἰ μήτι αὐτοῦ διαλλάσσει. εἰπὼν δὲ “ οὐκ ἐξ ἔργων,” παρέδειξε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ· ὅτι καὶ μηδὲν πραξάντων, ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ’ εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες, τι διαφέρουσι; καὶ πάνυ. ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲ διαφέρουσι. θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος, πολὺ διαφέρουσι. καὶ γὰρ ὁ μὲν, εὐηρέστησε τῷ Θεῶ· ὁ δὲ, οὐκέτι.
Κυρίλλου ἐκ Τῶν Εἰσ Τὴν Γένεσιν. Ὅτι δὲ τύπος ἦσαν τῶν δύο λαῶν τὰ κατὰ τὸν Ἰακὼβ καὶ Ἡσαῦ, φέρε λέγωμεν. ὁ μὲν Ἰσαὰκ εἰς εἰκόνα καὶ τύπον τέθειται τοῦ Χριστοῦ. διηρμηνεύεται γὰρ ἡ τοιάδε κλῆσις ἀγαλλίαμα καὶ χαρά. ἀγαλλίαμα δὲ, τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν, “ τὸ ἀγαλλίαμά “ μου λύτρωσαι με ἀπὸ τῶν κυκλωσάντων με.” διενηξάμεθα γὰρ ὡς ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ἔχεις οἱ πεπιστευκότες. ὅτι δὲ ἀγαλλίαμα Χριστὸς παρὰ ταῖς θείαις γραφαῖς ὀνομάζεται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. ἔχει γὰρ ὧδε. “ καὶ ἀνατέλει Κύριος δι- “ καιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.” γέγονε γὰρ ὁ Ἐμμανουὴλ, οὐχὶ μόνοις τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι τε καὶ λαοῖς, δικαιοσύνη καὶ ἀγαλλίαμα. δεδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν. μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι. καὶ τί γάρ;
Αγαλλίαμα τοίνυν Ἰσαὰκ ὁ ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος. τούτου γέγονε Ῥεβέκκα γυνή. διερμηνεύοιτο δ᾿ ἂν καὶ αὕτη πλείστη τὲ καὶ ὅση ὑπομονή. ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὴν ἐκκλησίαν παραληψόμεθα, νοοῦντες ὀρθῶς. ἧς τὸ εὐδόκιμον, ἐν ὑπομονῇ. καὶ γοὖν τοῖς ταύτης τέκνοις, ὡς ἐν πίστει φημὶ καὶ πνεύματι, σωτηρίας ὁδὸς πέφηνεν ἡ ὑπομονή. ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι. ποτὲ μὲν, “ ὅτι ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. ποτὲ δ᾿ αὖ, “ ὑπομονῆς γὰρ ἔχετε χρείαν. ἵνα τὸ θέλημα τοῦ “ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας.” ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ καὶ μόλις ὠδίνουσαν· στεῖρα γὰρ ἦν. ἀποτεκοῦσαν δ᾿ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ αἰτήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. δι’ ὧν εὖ μάλα ἐξεικονισθεῖεν ἃν οἱ δύο λαοί. ὁ τε ἐξ Ἰσραὴλ, καὶ μέντοι καὶ ὁ ἐξ ἐθνῶν λαός. καὶ πρωτότοκος μὲν ὁ Ἰσραήλ. κέκληται γὰρ διὰ νόμου. δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ.
Ιδοι δ᾿ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν οἶμαί που τῶν ὀνομάτων, ἃ ἦν ἐπ’ ἀμφοῖν· καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας ἤτοι κατασκευῆς. ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς. τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής. εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ Θεοῦ, “ γινώσκω ἐγὼ ὅτι σκληρὸς “ εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· καὶ τὸ μέτωπόν σου “ χαλκοῦν.” πτερνιστὴς δὲ ὁ Ἰακώβ· τουτέστι, τεχνίτης· ἤτοι νικᾶν εἰδώς. πτερνιεῖ γάρ τις ὃν ἃν ἡττήσῃ. νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ· διὰ πίστεως καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα· καὶ αὐτὸ καταμβλύνων τοῦ
Πλὴν ἀμφοῖν μήτηρ μία, ἡ Ῥεβέκκα. παρέστησε δ’ ἑαυτῷ τὴν ἐκκλησίαν ὁ Κύριος Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν, ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον· ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι, κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἦν ἐξήνιος ὁ Ισραὴλ, καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ· ὁ κατὰ χρόνον πρεσβύτερος. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ καὶ ἐν αὐτῇ τῇ νηδύι ἀνασκιρτᾶν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. ὅτι δὲ ἀμείνων ὁ νεὸς ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμαινεν εὐθὺς ὁ πάντα εἰδὼς, αὐτῷ λέγων, ὅτι λαὸς λαοῦ ὑπερέξει· “ καὶ ὁ μείζων δουλεύσει τῷ “ ἐλάσσονι.” προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον διὰ φωνῆς ἁγίων. καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προαπηγγέλλετο. Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος. προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ· εἵπετο δὲ ὁ Ἰακώβ. καὶ ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδείκνυσι.
Καὶ ταυτὶ μὲν εἰρήσθω πρὸς τὸ παρὸν, τοῦ λόγου τὰς ἀφορμάς. ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου, λαμ-
Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς τὲ καὶ θήραις ἠγάπα διατριβάς. ὁ δὲ, ἦν ἀστικός. εὐπρόσιτος δηλονότι καὶ κοινωνικός. καὶ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. καὶ ὁ μὲν, ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικάς· καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν οἰκείων γερῶν κατόπιν ὥσπερ ἱείς· καὶ τὰ ψυχρὰ τὲ καὶ ἕωλα τῶν ἀναγκαίων ἀντωνούμενος. ὁ δὲ, τῶν ἀρίστων ἄπλητος ἐραστής· καὶ τὰ δι’ ὧν ἃν γένοιτο λαμπρὸς, πανταχόθεν ἀναζητῶν. ἐξεπρίατο γὰρ τὰ πρωτοτοκία παραρριπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ· καὶ τὸν τῆς γαστρὸς κόρον, τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. ταύτῃ λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. τουτέστι, γήινος. γηΐνου γὰρ ἀληθῶς καὶ χαμαλωτάτου φρονήματος ἔλεγχος ἀληθὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γενέσεως πρεσβεῖα παρ’ οὐδὲν ποιεῖσθαι παντελῶς. ἀνθέλεσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, κἂν εἰ πολλὴν ἔχοι τὴν ζημίαν.
Τοί γὰρ τοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τὲ καὶ βέβηλον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀποκαλεῖ. τύπον ὧσπέρ τινα τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ· λέγων, “ μή τις πόρνος ἣ βέβηλος, ὡς Ἡσαῦ. ὃς ἀντὶ “ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκα αὐτοῦ.” οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς, καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκοπὸν, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθερον, τὰ εἰκότα λέγωμεν. ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικος τὸν νοῦν, καὶ γεωδεστέραν τὴν φρένα· γαῦρος τὲ καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἐπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικον τὲ καὶ θηριοκτόνον Ἡσαῦ. καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐγκαλεῖ λόγος, ὅτι παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας. αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, “ ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος “ αὐτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου. ἐλθέτω αὐτοῖς παγὶς “ ἣν οὐ γινώσκουσι· καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.” πεπόμφασι γάρ τινας τῶν Φαρισαίων μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, δασμολόγοι δὲ οὗτοι, πειράζοντές τε καὶ λέγοντες, “ εἰ