Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀκακίου. Ἕτερος δὲ “ πρόθεσιν,” τὴν προτίμησιν ἐνταῦθα λέγει. διὰ τὸ προτεθεῖσθαι τὸν Ἰακὼβ τοῦ Ἡσαῦ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος.

Φωτίου. Ἢ πρόθεσιν εἰπὼν, τοῦ Θεοῦ τὴν βουλὴν εἰπὼν δὲ “ κατ’ ἐκλογὴν,” ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων. οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ’ ἑτέρου, εἰ μήτι αὐτοῦ διαλλάσσει. εἰπὼν δὲ “ οὐκ ἐξ ἔργων,” παρέδειξε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ· ὅτι καὶ μηδὲν πραξάντων, ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ’ εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες, τι διαφέρουσι; καὶ πάνυ. ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲ διαφέρουσι. θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος, πολὺ διαφέρουσι. καὶ γὰρ ὁ μὲν, εὐηρέστησε τῷ Θεῶ· ὁ δὲ, οὐκέτι.

Κυρίλλου ἐκ Τῶν Εἰσ Τὴν Γένεσιν. Ὅτι δὲ τύπος ἦσαν τῶν δύο λαῶν τὰ κατὰ τὸν Ἰακὼβ καὶ Ἡσαῦ, φέρε λέγωμεν. ὁ μὲν Ἰσαὰκ εἰς εἰκόνα καὶ τύπον τέθειται τοῦ Χριστοῦ. διηρμηνεύεται γὰρ ἡ τοιάδε κλῆσις ἀγαλλίαμα καὶ χαρά. ἀγαλλίαμα δὲ, τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν, “ τὸ ἀγαλλίαμά “ μου λύτρωσαι με ἀπὸ τῶν κυκλωσάντων με.” διενηξάμεθα γὰρ ὡς ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ἔχεις οἱ πεπιστευκότες. ὅτι δὲ ἀγαλλίαμα Χριστὸς παρὰ ταῖς θείαις γραφαῖς ὀνομάζεται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. ἔχει γὰρ ὧδε. “ καὶ ἀνατέλει Κύριος δι- “ καιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.” γέγονε γὰρ ὁ Ἐμμανουὴλ, οὐχὶ μόνοις τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι τε καὶ λαοῖς, δικαιοσύνη καὶ ἀγαλλίαμα. δεδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν. μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι. καὶ τί γάρ;

330
οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ καταπλουτήσαντες ἀγαθῶν; τοι γάρ τοι δοξολογεῖν δεδιδάγμεθα λέγοντες, “ ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα “ εὐφροσύνης περιέθηκέ μοι.” ὅτι δὲ οὗτος ἐστὶν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ σοφώτατος Παῦλος, “ ὅσοι εἰς Χρι- “ στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” “ ἐνδύσασθέ τε αὖθις “ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποι- “ εῖσθε εἰς ἐπιθυμίαν.”

Αγαλλίαμα τοίνυν Ἰσαὰκ ὁ ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος. τούτου γέγονε Ῥεβέκκα γυνή. διερμηνεύοιτο δ᾿ ἂν καὶ αὕτη πλείστη τὲ καὶ ὅση ὑπομονή. ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὴν ἐκκλησίαν παραληψόμεθα, νοοῦντες ὀρθῶς. ἧς τὸ εὐδόκιμον, ἐν ὑπομονῇ. καὶ γοὖν τοῖς ταύτης τέκνοις, ὡς ἐν πίστει φημὶ καὶ πνεύματι, σωτηρίας ὁδὸς πέφηνεν ἡ ὑπομονή. ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι. ποτὲ μὲν, “ ὅτι ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. ποτὲ δ᾿ αὖ, “ ὑπομονῆς γὰρ ἔχετε χρείαν. ἵνα τὸ θέλημα τοῦ “ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας.” ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ καὶ μόλις ὠδίνουσαν· στεῖρα γὰρ ἦν. ἀποτεκοῦσαν δ᾿ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ αἰτήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. δι’ ὧν εὖ μάλα ἐξεικονισθεῖεν ἃν οἱ δύο λαοί. ὁ τε ἐξ Ἰσραὴλ, καὶ μέντοι καὶ ὁ ἐξ ἐθνῶν λαός. καὶ πρωτότοκος μὲν ὁ Ἰσραήλ. κέκληται γὰρ διὰ νόμου. δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ.

Ιδοι δ᾿ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν οἶμαί που τῶν ὀνομάτων, ἃ ἦν ἐπ’ ἀμφοῖν· καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας ἤτοι κατασκευῆς. ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς. τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής. εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ Θεοῦ, “ γινώσκω ἐγὼ ὅτι σκληρὸς “ εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· καὶ τὸ μέτωπόν σου “ χαλκοῦν.” πτερνιστὴς δὲ ὁ Ἰακώβ· τουτέστι, τεχνίτης· ἤτοι νικᾶν εἰδώς. πτερνιεῖ γάρ τις ὃν ἃν ἡττήσῃ. νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ· διὰ πίστεως καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα· καὶ αὐτὸ καταμβλύνων τοῦ

331
θανάτου τὸ κέντρον. καὶ ὁ μὲν Ἡσαῦ πυρράκης ἦν ὅλος. γέγραπται γὰρ οὕτως, καὶ ὡσεὶ δορρὰ δασύς. ἀνὴρ δὲ λεῖος Ἰακώβ. αἴνιγμα δὴ οὖν πυρρότης, θυμοῦ καὶ ὀργῆς. εἶπέρ ἐστιν ἀληθὲς ὡς ἐρυθρόν πὼς ἀεὶ τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. θηριοπρεπὲς δὲ ὅτι τὸ δασὺ τὲ καὶ λασιότριχες, πῶς ἃν ἐνδοιάσειέ τις; κατίδοι δ᾿ ἃν οἰμαι πᾶς ὁστισοῦν ἐν τούτοις ὄντα τοῖς τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν μᾶλλον ἣ λογισμῷ τὰ καθήκοντα διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. τοι γάρ τοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας· δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς ἰδέας, μήνυσις ἐναργής. ἤπιος δὲ λίαν, καὶ πολὺ ἤδη βλέπων ἐπὶ τὸ ἥμερον ὁ νέος τὲ καὶ ἐν πίστει λαός. ἡ γὰρ τοῦ σωματος λειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τὲ καὶ ἔσωθεν κάλλους. καθάπερ ἀμέλει καὶ ἀγριότητος ἐν Ἡσαῦ σημεῖον εἶναι δεδώκαμεν, τὸ δασύ τε καὶ ἐρυθρόν.

Πλὴν ἀμφοῖν μήτηρ μία, ἡ Ῥεβέκκα. παρέστησε δ’ ἑαυτῷ τὴν ἐκκλησίαν ὁ Κύριος Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν, ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον· ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι, κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἦν ἐξήνιος ὁ Ισραὴλ, καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ· ὁ κατὰ χρόνον πρεσβύτερος. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ καὶ ἐν αὐτῇ τῇ νηδύι ἀνασκιρτᾶν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. ὅτι δὲ ἀμείνων ὁ νεὸς ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμαινεν εὐθὺς ὁ πάντα εἰδὼς, αὐτῷ λέγων, ὅτι λαὸς λαοῦ ὑπερέξει· “ καὶ ὁ μείζων δουλεύσει τῷ “ ἐλάσσονι.” προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον διὰ φωνῆς ἁγίων. καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προαπηγγέλλετο. Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος. προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ· εἵπετο δὲ ὁ Ἰακώβ. καὶ ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδείκνυσι.

Καὶ ταυτὶ μὲν εἰρήσθω πρὸς τὸ παρὸν, τοῦ λόγου τὰς ἀφορμάς. ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου, λαμ-

332
βάνοντος. καὶ δι’ ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ’ ἀμφοῖν. μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώμης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος.

Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς τὲ καὶ θήραις ἠγάπα διατριβάς. ὁ δὲ, ἦν ἀστικός. εὐπρόσιτος δηλονότι καὶ κοινωνικός. καὶ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. καὶ ὁ μὲν, ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικάς· καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν οἰκείων γερῶν κατόπιν ὥσπερ ἱείς· καὶ τὰ ψυχρὰ τὲ καὶ ἕωλα τῶν ἀναγκαίων ἀντωνούμενος. ὁ δὲ, τῶν ἀρίστων ἄπλητος ἐραστής· καὶ τὰ δι’ ὧν ἃν γένοιτο λαμπρὸς, πανταχόθεν ἀναζητῶν. ἐξεπρίατο γὰρ τὰ πρωτοτοκία παραρριπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ· καὶ τὸν τῆς γαστρὸς κόρον, τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. ταύτῃ λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. τουτέστι, γήινος. γηΐνου γὰρ ἀληθῶς καὶ χαμαλωτάτου φρονήματος ἔλεγχος ἀληθὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γενέσεως πρεσβεῖα παρ’ οὐδὲν ποιεῖσθαι παντελῶς. ἀνθέλεσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, κἂν εἰ πολλὴν ἔχοι τὴν ζημίαν.

Τοί γὰρ τοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τὲ καὶ βέβηλον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀποκαλεῖ. τύπον ὧσπέρ τινα τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ· λέγων, “ μή τις πόρνος ἣ βέβηλος, ὡς Ἡσαῦ. ὃς ἀντὶ “ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκα αὐτοῦ.” οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς, καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκοπὸν, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθερον, τὰ εἰκότα λέγωμεν. ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικος τὸν νοῦν, καὶ γεωδεστέραν τὴν φρένα· γαῦρος τὲ καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἐπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικον τὲ καὶ θηριοκτόνον Ἡσαῦ. καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐγκαλεῖ λόγος, ὅτι παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας. αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, “ ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος “ αὐτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου. ἐλθέτω αὐτοῖς παγὶς “ ἣν οὐ γινώσκουσι· καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.” πεπόμφασι γάρ τινας τῶν Φαρισαίων μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, δασμολόγοι δὲ οὗτοι, πειράζοντές τε καὶ λέγοντες, “ εἰ

333
“ ἔξεστι δοῦναι φόρους Καίσαρι ἣ οὔ;” θηρευτὴς οὖν καὶ ὁ Ἰσραήλ. ὁ δὲ γενναῖος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστεῖος καὶ φιλέστιος· πρᾷος καὶ καθεστηκώς· ἁπλοῦς καὶ ἀκάκουργος, οἰκῶν οἰκίαν. τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς πόλιν ὧσπέρ τινα λαμπρὰν καὶ εὐνομουμένην ἀπεγράψατο τὴν ἐκκλησίαν. καὶ οἶκον ἐρηρεισμένον τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐχαρίσατο. καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας πάσης ἀπηλλαγμένος. ἀπηχθημένον δὲ σφόδρα ποιοῦντα τὸ ὡς ἐν γνώμῃ τὲ καὶ τρόποις πεπλάσθαι δοκεῖν. καὶ περὶ αὐτῶν οἶμαί που λέγειν τὸν θεσπέσιον Δαβὶδ, “ Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” μονότροπος γὰρ, ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζει. καί τοι τῷ Ἰσραὴλ ἐπιφωνοῦντος τινὸς τῶν ἁγίων προφητῶν, “ ταῖς πολυοδίαις σου ἐκοπίασας.” οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον, τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν καὶ ζωήν. αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέφανον ἀναπλέκοντες ἁλοῖεν ἄν. καὶ μὴν καὶ εὐημερίας καταλογιζόμενοι τρόπον. ταύτῃ τοι φασὶ, “ ὅτι ηὐφράνθην ἐπὶ τοῖς “ εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.”

Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο. τῷ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω. ἄρα οὖν αὐτοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς τοῦτο ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἄρα οὖν ὃν ἃν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει, σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκε; μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;

Χρυσοστόμου. Ὥσπερ φησὶν ἐπὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ,

334
οὐκ ἔχει τις εἰπεῖν ἀδικίαν τὸ γεγονὸς, οὕτως οὐδὲ ἐφ’ ἡμῶν καὶ τῶν Ἰουδαίων. εἶτα ἐπάγει ἕτερον τούτου σαφέστερον. ποῖον δὴ τοῦτο; τῷ γὰρ Μωϋσῇ λελάληκεν ὁ Θεὸς, “ ἐλεήσω ὃν ἃν ἐλεῶ, “ καὶ οἰκτειρήσω, ὃν ἃν οἰκτείρω.” καὶ πάλιν αὔξει τὴν ἀντίθεσιν. διὰ μέσου διακόπτων αὐτὴν καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι μείζων δουλεύσει πρὸ τῆς ὠδῖνος x. τί οὖν; μὴ ἄδικος ὁ Θεός; μὴ γένοιτο. οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς. ἐκεῖ μὲν γὰρ, κἂν ἡ ἀρετὴ, καὶ ἡ κακία διέκρινεν, ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα πάντων ἦν Ἰουδαίων, τὸ τῆς μοσχοποιΐας. καὶ ὅς, οἱ μὲν, ἐκολάσθησαν· οἱ δὲ, οὔ. διὸ καὶ ἔλεγεν, ἐλεήσω ὃν ἃν ἐλεῶ. οὐ γὰρ σόν ἐστιν, εἰδέναι, φησὶ, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας. ἐμοὶ παραχώρει τούτου. εἰ δὲ Μωϋσέος οὐκ ἦν εἰδέναι, πολλῷ μᾶλλον ἡμῶν. διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρημένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐμνημόνευσε. τῷ γὰρ Μωϋσῇ φησιν λέγει. ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουμένων, διὰ μέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων. “ἄρα “ οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος “ Θεοῦ· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξή- “ γειρά σε. ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. καὶ ὅπως “ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.” ὥσπερ γὰρ ἐκεῖ, φησιν, οἱ μὲν, ἐσώθησαν. οἱ δὲ, ἐκολάσθησαν. οὕτω καὶ ἐνταῦθα, οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. εἶτα πάλιν ἀντίθεσιν ἐπάγει. “ ἄρα οὖν “ ὃν ἂν θέλῃ ἐλεεῖ. ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοί, τι ἔτι “ μέμφεται; τῷ γὰρ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκεν;”

Ορᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον. καὶ οὐδὲ τὴν λύσιν εὐθέως ἐπάγει. συμφερόντως τοῦτο ποιῶν. ἀλλ’ ἐπιστομίζει πρῶτα τὸν ζητοῦντα, λέγων οὕτως. “ μενοῦν γε, ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;” ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον περιεργίαν ἀναστέλλων· καὶ παιδεύων εἰδέναι, τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος. καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ. καὶ ὅταν τοῦτο κατασκευάσῃ [*](x τῷ ἐλάσσονι a m. rec. superscript.)

335
παρὰ τῷ ἀκροατῇ· καὶ καταλεάνῃ αὐτοῦ τὴν γνώμην, τότε μετὰ πολλῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσει τὸ λεγόμενον. καὶ οὐ λέγει ὅτι ἀδύνατον τὰ τοιαῦτα λύειν, ἀλλ’ ὅτι παράνομον τὰ τοιαῦτα ζητεῖν. δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ γινομένοις, καὶ μὴ περιεργάζεσθαι, κἂν τὸν λόγον αὐτῶν ἀγνοῶμεν. διὸ φησίν· “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; εἶδες πῶς ἐξηυτέλισε· πῶς κατήνεγκε τὸ φύσημα; σὺ τίς τίς εἶ; κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ. πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν, οὐδὲ εἶναί τι δύνασαι· οὐ τόδε ἣ τόδε, ἀλλ’ οὐδὲ εἶναί τι. τοῦ γὰρ εἰπεῖν οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν τίς οὐδαμινώτερον. καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῆ ἐρωτήσει. καὶ οὐκ εἶπε, σὺ τίς εἶ, ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ’ “ ὁ ἀνταποκρινόμενος.” τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούμενος. τὸ γὰρ εἰπεῖν ὅτι οὕτως ἔδει, καὶ οὐχ οὕτως ἔδει, ἀνταποκρινομενου ἐστιν.